SGDI II 2168
[ ] Phokis — Delphi — 100-50 BC
1 ἄρχοντος Φιλονίκου, βουλευόντων Πάτρωνος, Δάμωνος, Στράτωνος, Εὐκ<λίδ>α,
ἀπέδοτο Ἀμμία Καλλιδά<μ>ου τῶι Ἀπόλλωνι
τῶι Πυθίωι ἐπ’ ἐλευθερίαι σῶμα γυναι-
κεῖον ἇι ὄνομα Σύμφορον, συνευαρεστε-
5 ούσας καὶ τᾶς ματρὸς Παρθένας, τιμᾶς ἀρ-
γυρίου μνᾶν τριῶν, καὶ τὰν τιμὰν ἔχει πᾶσαν, κα-
θὼς ἐπίστευσε Σύνφορον τῶι θεῶι τὰν ὠνάν, ἐ-
φ’ ὧιτε ἐλευθέρα εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων
τὸν πάντα βίον. βεβαιωτὴρ κατὰ τοὺς νόμους τᾶς
10 πόλιος· Νικόστρατος Εὐδώρου. παραμινάτω
δὲ Σύνφορον Ἀμμίαι ἕως κα ζώηι, ποιοῦσα τὸ
ἐπιτασσόμενον πᾶν. εἰ δὲ μὴ ποῆ, ἐξουσίαν
ἐχέτω ἐπιτιμέουσα τρόπωι ὧι κα θέληι. εἰ δέ τι
γένοιτο ἀνθρώπινον περὶ Ἀμμίαν, ἐλευθέρα
15 ἔστω Σύνφορον καὶ ἀνέφαπτος ἀπὸ πάν-
των τὸν πάντα βίον. εἰ δέ τις ἐφάπτοιτο
Συνφόρου ἐπὶ καταδουλισμῶι, βέβαιον
παρεχέτω τῶι θεῶι τὰν ὠνὰν ἅ τε ἀπο-
δομένα καὶ ὁ βεβαιωτήρ. μάρτυροι· Σώτηρος, Ἀρχίας.
20 Δάμων, Πάτρων, Μέντωρ.
Search Help
Contact Us