[ ]
Phokis — Delphi — 100-50 BC
| 1 | ἄρχοντος Φιλονίκου, βουλευόντων Πάτρωνος, Δάμωνος, Στράτωνος, Εὐκ<λίδ>α, |
| ἀπέδοτο Ἀμμία Καλλιδά<μ>ου τῶι Ἀπόλλωνι | |
| τῶι Πυθίωι ἐπ’ ἐλευθερίαι σῶμα γυναι- | |
| κεῖον ἇι ὄνομα Σύμφορον, συνευαρεστε- | |
| 5 | ούσας καὶ τᾶς ματρὸς Παρθένας, τιμᾶς ἀρ- |
| γυρίου μνᾶν τριῶν, καὶ τὰν τιμὰν ἔχει πᾶσαν, κα- | |
| θὼς ἐπίστευσε Σύνφορον τῶι θεῶι τὰν ὠνάν, ἐ- | |
| φ’ ὧιτε ἐλευθέρα εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων | |
| τὸν πάντα βίον. βεβαιωτὴρ κατὰ τοὺς νόμους τᾶς | |
| 10 | πόλιος· Νικόστρατος Εὐδώρου. παραμινάτω |
| δὲ Σύνφορον Ἀμμίαι ἕως κα ζώηι, ποιοῦσα τὸ | |
| ἐπιτασσόμενον πᾶν. εἰ δὲ μὴ ποῆ, ἐξουσίαν | |
| ἐχέτω ἐπιτιμέουσα τρόπωι ὧι κα θέληι. εἰ δέ τι | |
| γένοιτο ἀνθρώπινον περὶ Ἀμμίαν, ἐλευθέρα | |
| 15 | ἔστω Σύνφορον καὶ ἀνέφαπτος ἀπὸ πάν- |
| των τὸν πάντα βίον. εἰ δέ τις ἐφάπτοιτο | |
| Συνφόρου ἐπὶ καταδουλισμῶι, βέβαιον | |
| παρεχέτω τῶι θεῶι τὰν ὠνὰν ἅ τε ἀπο- | |
| δομένα καὶ ὁ βεβαιωτήρ. μάρτυροι· Σώτηρος, Ἀρχίας. | |
| 20 | Δάμων, Πάτρων, Μέντωρ. |