[ ]
Phokis — Delphi — 156-151 BC
1 | ἄρχοντος Πατρέα μηνὸς Ἰλαίου, ἀπέδοτο Γενναῖος Ἡ- |
ράκωνος τῶι Ἀπόλλωνι σῶμα γυναικεῖον ἇι ὄνομα Θρᾶισα, | |
τιμᾶς ἀργυρίου μνᾶν τεττάρων, καὶ τὰν τιμὰν ἔχει πᾶσαν, | |
καθὼς ἐπίστευσε Θρᾶισσα τὰν ὠνὰν τῶι θεῶι, ὥστε ἐ- | |
5 | λευθέρα εἶμεν τὸν πάντα χρόνον. εἰ δέ τις ἅπτοιτο Θράι- |
σας κύριοι ἐόντων ὅ τε παρεντυχὼν συλέων ὡς ἐλευθέ- | |
ραν ἐοῦσαν καὶ ἀνέφαπτον τὸν πάντα βίον. βεβαιωτῆρες | |
κατὰ τοὺς νόμους τᾶς πόλιος· Μαντίας Φιλαιτώλου, Τι- | |
μοκλῆς Πολύωνος. μάρτυροι· τοὶ ἱερεῖς τοῦ Ἀπόλλω- | |
10 | νος Ἀμύντας, Ἀνδρόνικος· Μένης, Δίων Ἀλέξωνος, |
Ἀντιχάρης Ἀζαράτου. |