SGDI II 2164
[ ] Phokis — Delphi — 156-151 BC
1 ἄρχοντος Πατρέα μηνὸς Ἰλαίου, ἀπέδοτο Γενναῖος Ἡ-
ράκωνος τῶι Ἀπόλλωνι σῶμα γυναικεῖον ἇι ὄνομα Θρᾶισα,
τιμᾶς ἀργυρίου μνᾶν τεττάρων, καὶ τὰν τιμὰν ἔχει πᾶσαν,
καθὼς ἐπίστευσε Θρᾶισσα τὰν ὠνὰν τῶι θεῶι, ὥστε ἐ-
5 λευθέρα εἶμεν τὸν πάντα χρόνον. εἰ δέ τις ἅπτοιτο Θράι-
σας κύριοι ἐόντων ὅ τε παρεντυχὼν συλέων ὡς ἐλευθέ-
ραν ἐοῦσαν καὶ ἀνέφαπτον τὸν πάντα βίον. βεβαιωτῆρες
κατὰ τοὺς νόμους τᾶς πόλιος· Μαντίας Φιλαιτώλου, Τι-
μοκλῆς Πολύωνος. μάρτυροι· τοὶ ἱερεῖς τοῦ Ἀπόλλω-
10 νος Ἀμύντας, Ἀνδρόνικος· Μένης, Δίων Ἀλέξωνος,
Ἀντιχάρης Ἀζαράτου.
Search Help
Contact Us