[ ]
Phokis — Delphi — 150-140 BC
1 | ἄρχοντος Δαμοστράτου μηνὸς Ἐνδυσποιτρο- |
πίου, βουλευόντων τὰν δευτέραν ἑξάμηνον Ἀθάμβου | |
τοῦ Ἁβρμάχου, Γλαύκου του Ξένωνος, γραμματεύον- | |
τος δὲ Σωξένου, ἐπὶ τοῖσδε ἀπέδοτο Ἀνδρόνικος Φρικίδα | |
5 | τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖον ἇι ὄνομα Εὐτα- |
ξία τὸ γένος Μαιῶτιν, ἀργυρίου μνᾶν τριῶν, καὶ τὸν υἱὸν αὐ- | |
τᾶς Παρνάσιον τὸ γένος οἰκογενῆ, τιμᾶς ἀργυρίου μνᾶν | |
δύο, καὶ τὰν τιμὰν ἔχει πᾶσαν, καθὼς ἐπίστευσε Εὐταξία | |
καὶ Παρνάσιος τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλεύθεροι εἶ- | |
10 | μεν καὶ ἀνέφαπτοι ἀπὸ πάντων τὸν πάντα βίον, |
ποιέοντες ὅ κα θέλωντι καὶ ἀποτρέχοντες οἷς κα | |
θέλωντι. βεβαιωτὴρ κατὰ τὸν νόμον τᾶς πόλιος· Μένης | |
Π[ι]σιστράτου. εἰ δέ τις ἅπτοιτο ἐπὶ καταδουλισμῶι Εὐ- | |
ταξίας ἢ Παρνασίου, βέβαιον παρεχόντων τῶι θεῶι τὰν ὠ- | |
15 | νὰν ὅ τε ἀποδόμενος Ἀνδρόνικος καὶ ὁ βεβαιωτὴρ Μένης. |
εἰ δὲ μὴ παρέχοιν βέβαιον τῶι θεῶι τὰν ὠνάν, πράκτιμοι | |
ἐόντων κατὰ τὸν νόμον τᾶς πόλιος. ὁμοίως δὲ καὶ οἱ πα- | |
ρατυγχάνοντες κύριοι ἐόντων συλέοντες Εὐταξίαν καὶ | |
Παρνάσιον ὡς ἐλευθέρους ἐόντας ἀζάμιοι ἐόντες καὶ ἀνυ- | |
20 | πόδικοι πάσας δίκας καὶ ζαμίας. παραμεινάτω δὲ παρὰ Ἀνδρό- |
νικον Εὐταξία καὶ Παρνάσιος ἄχρι οὗ κα ζώηι Ἀνδρόνικος ποι- | |
έοντες τὸ ποτιτασσόμενον πᾶν τὸ δυνατὸν ἀνεγκλήτως. | |
εἰ δὲ μὴ ποιέοιν ἢ μὴ παραμένοιν παρὰ Ἀνδρόνικον καθὼς | |
γέγραπται Εὐταξία καὶ Παρνάσιος, κύριος ἔστω Ἀνδρόνι- | |
25 | κος καὶ ἄλλος ὑπὲρ Ἀνδρόνικον ὅν κα Ἀνδρόνικος κελεύ- |
σηι ἐπιτιμέοντες Εὐταξίαν καὶ Παρνάσιον τρόπωι ὧι κα αὐ- | |
τοὶ θέλωντι, πλὰν μὴ πωλέοντες. μάρτυροι· ὁ ἱερεὺς τοῦ | |
Ἀπόλλωνος Πραξίας καὶ οἱ ἄρχοντες Ἄθαμβος, Γλαῦκος, | |
Σώξενος καὶ ἰδιῶται Εὐκλείδας Καλλείδα, Μένης, Τιμόκρι- | |
30 | τος, Δρόμων, Ἀντίφιλος. |