[ ] Phokis — Delphi — 150-140 BC
1 ἄρχοντος Δαμοστράτου μηνὸς Ἐνδυσποιτρο-
πίου, βουλευόντων τὰν δευτέραν ἑξάμηνον Ἀθάμβου
τοῦ Ἁβρμάχου, Γλαύκου του Ξένωνος, γραμματεύον-
τος δὲ Σωξένου, ἐπὶ τοῖσδε ἀπέδοτο Ἀνδρόνικος Φρικίδα
5 τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖον ἇι ὄνομα Εὐτα-
ξία τὸ γένος Μαιῶτιν, ἀργυρίου μνᾶν τριῶν, καὶ τὸν υἱὸν αὐ-
τᾶς Παρνάσιον τὸ γένος οἰκογενῆ, τιμᾶς ἀργυρίου μνᾶν
δύο, καὶ τὰν τιμὰν ἔχει πᾶσαν, καθὼς ἐπίστευσε Εὐταξία
καὶ Παρνάσιος τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλεύθεροι εἶ-
10 μεν καὶ ἀνέφαπτοι ἀπὸ πάντων τὸν πάντα βίον,
ποιέοντες ὅ κα θέλωντι καὶ ἀποτρέχοντες οἷς κα
θέλωντι. βεβαιωτὴρ κατὰ τὸν νόμον τᾶς πόλιος· Μένης
Π[ι]σιστράτου. εἰ δέ τις ἅπτοιτο ἐπὶ καταδουλισμῶι Εὐ-
ταξίας ἢ Παρνασίου, βέβαιον παρεχόντων τῶι θεῶι τὰν ὠ-
15 νὰν ὅ τε ἀποδόμενος Ἀνδρόνικος καὶ ὁ βεβαιωτὴρ Μένης.
εἰ δὲ μὴ παρέχοιν βέβαιον τῶι θεῶι τὰν ὠνάν, πράκτιμοι
ἐόντων κατὰ τὸν νόμον τᾶς πόλιος. ὁμοίως δὲ καὶ οἱ πα-
ρατυγχάνοντες κύριοι ἐόντων συλέοντες Εὐταξίαν καὶ
Παρνάσιον ὡς ἐλευθέρους ἐόντας ἀζάμιοι ἐόντες καὶ ἀνυ-
20 πόδικοι πάσας δίκας καὶ ζαμίας. παραμεινάτω δὲ παρὰ Ἀνδρό-
νικον Εὐταξία καὶ Παρνάσιος ἄχρι οὗ κα ζώηι Ἀνδρόνικος ποι-
έοντες τὸ ποτιτασσόμενον πᾶν τὸ δυνατὸν ἀνεγκλήτως.
εἰ δὲ μὴ ποιέοιν ἢ μὴ παραμένοιν παρὰ Ἀνδρόνικον καθὼς
γέγραπται Εὐταξία καὶ Παρνάσιος, κύριος ἔστω Ἀνδρόνι-
25 κος καὶ ἄλλος ὑπὲρ Ἀνδρόνικον ὅν κα Ἀνδρόνικος κελεύ-
σηι ἐπιτιμέοντες Εὐταξίαν καὶ Παρνάσιον τρόπωι ὧι κα αὐ-
τοὶ θέλωντι, πλὰν μὴ πωλέοντες. μάρτυροι· ὁ ἱερεὺς τοῦ
Ἀπόλλωνος Πραξίας καὶ οἱ ἄρχοντες Ἄθαμβος, Γλαῦκος,
Σώξενος καὶ ἰδιῶται Εὐκλείδας Καλλείδα, Μένης, Τιμόκρι-
30 τος, Δρόμων, Ἀντίφιλος.
Search Help