[ ] Phokis — Delphi — 140-100 BC
1 ἄρχοντος Ὑβρία τοῦ Ξένωνος μηνὸς Ποιτρο-
πίου, βουλευόντων τὰν πρώταν ἑξάμηνον Ἡρα-
κλείδα τοῦ Καλλία, Ξεναινέτου τοῦ Σωσινίκου,
γραμματεύοντος δὲ Καλλικράτεος τοῦ Διο-
5 δώρου, ἐπὶ τοῖσδε ἀπέδοτο Ἀγάθων Εὐάρ-
χου τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα ἀνδρῆ-
ον ὧι ὄνομα Δωρίων τὸ γένος ἐνδογενῆ, τει-
μᾶς ἀργυρίου μνᾶν τεττάρων καὶ ἡμιμναίου,
καὶ τὰν τιμὰν ἔχει πᾶσαν, καθὼς ἐπίστευ-
10 σε Δωρίων τῶι θεῶι τὰν ὠνάν. βεβαιωτῆρες
κατὰ τὸν νόμον τᾶς πόλιος· Ἀντιγένης Διο-
δώρου, Κλέων Διονυσίου. καθὼς ἐπίστευσε
Δωρίων τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλεύθερος
εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸν πάντα βίον,
15 ποιέων ὅ κα θέληι καὶ ἀποτρέχων οἷς κα θέληι.
EI) DE/ TIS A(/PTOITO E)PI\ KATADOULISMW=I *DWRI/W-
νος, βέβαιον παρεχόντων τῶι θεῶι τὰν ὠνὰν ὅ
τε ἀποδόμενος Ἀγάθων καὶ οἱ βεβαιωτῆρες Ἀντι-
γένης Διοδώρου, Κλέων Διονυσίου. εἰ δὲ μὴ
20 παρέχοιν τῶι θεῶι τὰν ὠνάν, πράκτιμοι
ἐόντων κατὰ τὸν νόμον τᾶς πόλιος. ὁμοίως δὲ καὶ
οἱ παρατυγχάνοντες κύριοι ἐόντων συλέοντες
Δωρίωνα ὡς ἐλεύθερον ἐόντα ἀζάμιοι ἐόντες
οἱ συλέοντες καὶ ἀνυπόδικοι πάσας δίκας καὶ ζα-
25 μίας. μάρτυροι· τοὶ ἱερεῖς τοῦ Ἀπόλλωνος Ἄρχων
Καλλία, Ἄθαμβος Ἁβρομάχου καὶ οἷ ἄρχοντες
Ἡρακλείδας Καλλία, Ξεναίνετος Σωσινίκου,
Καλλικράτης Διοδώρου καὶ ἰδιῶται Τιμόκριτος
Εὐκλείδα, Φιλιστίων Ἄνδρωνος, Χάρης Πασίωνος,
30 Καλλίστρατος Ἀθανίωνος.
Search Help
Contact Us