[ ]
Phokis — Delphi — 140-100 BC
1 | ἄρχοντος Ὑβρία τοῦ Ξένωνος μηνὸς Ποιτρο- |
πίου, βουλευόντων τὰν πρώταν ἑξάμηνον Ἡρα- | |
κλείδα τοῦ Καλλία, Ξεναινέτου τοῦ Σωσινίκου, | |
γραμματεύοντος δὲ Καλλικράτεος τοῦ Διο- | |
5 | δώρου, ἐπὶ τοῖσδε ἀπέδοτο Ἀγάθων Εὐάρ- |
χου τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα ἀνδρῆ- | |
ον ὧι ὄνομα Δωρίων τὸ γένος ἐνδογενῆ, τει- | |
μᾶς ἀργυρίου μνᾶν τεττάρων καὶ ἡμιμναίου, | |
καὶ τὰν τιμὰν ἔχει πᾶσαν, καθὼς ἐπίστευ- | |
10 | σε Δωρίων τῶι θεῶι τὰν ὠνάν. βεβαιωτῆρες |
κατὰ τὸν νόμον τᾶς πόλιος· Ἀντιγένης Διο- | |
δώρου, Κλέων Διονυσίου. καθὼς ἐπίστευσε | |
Δωρίων τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλεύθερος | |
εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸν πάντα βίον, | |
15 | ποιέων ὅ κα θέληι καὶ ἀποτρέχων οἷς κα θέληι. |
εἰ δέ τις ἅπτοιτο ἐπὶ καταδουλισμῶι Δωρίω- | |
νος, βέβαιον παρεχόντων τῶι θεῶι τὰν ὠνὰν ὅ | |
τε ἀποδόμενος Ἀγάθων καὶ οἱ βεβαιωτῆρες Ἀντι- | |
γένης Διοδώρου, Κλέων Διονυσίου. εἰ δὲ μὴ | |
20 | παρέχοιν τῶι θεῶι τὰν ὠνάν, πράκτιμοι |
ἐόντων κατὰ τὸν νόμον τᾶς πόλιος. ὁμοίως δὲ καὶ | |
οἱ παρατυγχάνοντες κύριοι ἐόντων συλέοντες | |
Δωρίωνα ὡς ἐλεύθερον ἐόντα ἀζάμιοι ἐόντες | |
οἱ συλέοντες καὶ ἀνυπόδικοι πάσας δίκας καὶ ζα- | |
25 | μίας. μάρτυροι· τοὶ ἱερεῖς τοῦ Ἀπόλλωνος Ἄρχων |
Καλλία, Ἄθαμβος Ἁβρομάχου καὶ οἷ ἄρχοντες | |
Ἡρακλείδας Καλλία, Ξεναίνετος Σωσινίκου, | |
Καλλικράτης Διοδώρου καὶ ἰδιῶται Τιμόκριτος | |
Εὐκλείδα, Φιλιστίων Ἄνδρωνος, Χάρης Πασίωνος, | |
30 | Καλλίστρατος Ἀθανίωνος. |