[ ]
Phokis — Delphi — 140-100 BC
1 | ἄρχοντος Ἁγίωνος μηνὸς Ποιτροπίου τοῦ δευτέρου, βουλευόντων τὰν |
πρώταν ἑξάμηνον Ξένωνος, Νικοστράτου, γραμματεύοντος δὲ Τιμοκλέ- | |
ος τοῦ Θρασέα, ἀπέδοτο Μαντίας Κλεοδάμου, συνευδοκεόντων καὶ | |
τῶν υἱῶν αὐτοῦ Ἁβρομάχου, Κλεοδάμου, τῶι Ἀπόλλωνι σῶμα γυναικεῖ- | |
5 | ον οἰκογενὲς ἇι ὄνομα Ζωπύρα, τιμᾶς ἀργυρίου μνᾶν τ[εσσάρω]ν, καὶ τὰν |
τιμὰν ἔχει πᾶσαν, καθὼς ἐπίστευσε Ζωπύρα τὰν [ὠνὰν] τῶι θε- | |
ῶι, ὥστε ἐλευθέραν εἶμεν τὸν πάντα χρόνον. εἰ δέ τις ἐφάπτοιτο | |
Ζωπύρας ἐπὶ καταδουλισμῶι, κύριος ἔστω ὁ παρατυχὼν συλέων ὡς | |
ἐλευθέραν ἐοῦσαν καὶ ἀνέφαπτον τὸν πάντα χρόνον. βεβαι- | |
10 | ωτῆρες κατὰ τοὺς νόμους τᾶς πόλιος· Ἁβρόμαχος Μαντία, Κλεό- |
[δαμος] Μαντία· μάρτυροι· Ἄγων Ἀρσιτίωνος, Λαιάδας, Δάμων Ἀ- | |
[․․․․]ς, Δάμων Διονυσίου, Ἐράτων, Χρήσιμος, Ἀλέξαν- | |
[δρος, Ἀρι]στίων Πολεμάρχου, Βαβύλος Ζηνέα. |