SGDI II 2161
[ ] Phokis — Delphi — 140-100 BC
1 ἄρχοντος Ἁγίωνος μηνὸς Ποιτροπίου τοῦ δευτέρου, βουλευόντων τὰν
πρώταν ἑξάμηνον Ξένωνος, Νικοστράτου, γραμματεύοντος δὲ Τιμοκλέ-
ος τοῦ Θρασέα, ἀπέδοτο Μαντίας Κλεοδάμου, συνευδοκεόντων καὶ
τῶν υἱῶν αὐτοῦ Ἁβρομάχου, Κλεοδάμου, τῶι Ἀπόλλωνι σῶμα γυναικεῖ-
5 ον οἰκογενὲς ἇι ὄνομα Ζωπύρα, τιμᾶς ἀργυρίου μνᾶν τ[εσσάρω]ν, καὶ τὰν
τιμὰν ἔχει πᾶσαν, καθὼς ἐπίστευσε Ζωπύρα τὰν [ὠνὰν] τῶι θε-
ῶι, ὥστε ἐλευθέραν εἶμεν τὸν πάντα χρόνον. εἰ δέ τις ἐφάπτοιτο
Ζωπύρας ἐπὶ καταδουλισμῶι, κύριος ἔστω ὁ παρατυχὼν συλέων ὡς
ἐλευθέραν ἐοῦσαν καὶ ἀνέφαπτον τὸν πάντα χρόνον. βεβαι-
10 ωτῆρες κατὰ τοὺς νόμους τᾶς πόλιος· Ἁβρόμαχος Μαντία, Κλεό-
[δαμος] Μαντία· μάρτυροι· Ἄγων Ἀρσιτίωνος, Λαιάδας, Δάμων Ἀ-
[․․․․]ς, Δάμων Διονυσίου, Ἐράτων, Χρήσιμος, Ἀλέξαν-
[δρος, Ἀρι]στίων Πολεμάρχου, Βαβύλος Ζηνέα.
Search Help
Contact Us