[ ] Phokis — Delphi — 140-100 BC
1 ἄρχοντος Ἁγίωνος μηνὸς Βουκατίου, ἀπέδοτο Ἄρχων
Καλλία τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα ἀνδρεῖον
παιδάριον ὧι ὄνομα Νικασίβουλος, συνευδοκέοντος
καὶ τοῦ υἱοῦ αὐτοῦ Διοδώρου, τιμᾶς ἀργυρίου μνᾶν δύο
5 καὶ ἡμιμναίου, καὶ τὰν τιμὰν ἔχει πᾶσαν. παραμεινά-
τω δὲ Νικασίβουλος παρὰ Ἄρχωνα ἔτη τρία, δουλεύ-
ων καθὼς καὶ ὥς. ἅμα δέ κα διεξέλθηι ὁ χρόνος ὁ γε-
GRAMME/NOS, E)LEU/QEROS E)/STW *NIKASI/BOULOS KAI\ A)-
νέφαπτος, ποιῶν ὅ κα θέληι καὶ ἀποτρέχων οἷς κα
10 θέληι. εἰ δέ τις ἐφάπτοιτο Νικασιβούλου ἐπὶ κα-
ταδουλισμῶι, κύριος ἔστω ὁ παρατυχὼν
συλέων, καὶ ὁ βεβαιωτὴρ βεβαιούτω τῶι θεῶι.
ἄρχει τοῦ χρόνου τῶν τριῶν ἐτέων ὁ μὴν Βοα-
θοῖος ὁ ἐπὶ τᾶς Ἁγίωνος ἀρχᾶς. βεβαιωτήρ· Νικό-
15 στρατος Εὐδώρου. μάρτυροι· Ἄθαμβος Ἁβρομά-
χου καὶ οἱ ἄρχοντες Τιμοκλῆς Θρασέα, Ξένων Ἀρι-
στοβούλου, ἰδιῶται Ξένων Ξενοκρίτου, Κλέων Δι-
ονυσίου, Μεγάρτας, Ἁγίων Ἐχεφύλου, Ἀτεισίδας,
Πεισίστρατος.
Search Help
Contact Us