[ ]
Phokis — Delphi — 140-100 BC
1 | ἄρχοντος Ἀτεισίδα μηνὸς Θευξενίου, βουλευόντων τὰν δευτέ- |
ραν ἑξάμηνον Ἀναξανδρίδα, Νικαρέτου, γραμματεύοντος δὲ Καλ- | |
λικωνος, ἐπὶ τοῖσδε ἀπέδοτο Ξενὶς Μενεστράτου, συνευδοκέ- | |
οντος δέ καὶ τοῦ ἀνδρὸς αὐτᾶς Καλλείδα τοῦ Εὐκλείδα καὶ τῶν υἱῶν | |
5 | τᾶς Εὐκλείδα, Μενεστράτου, τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα ἀνδρεῖ- |
ον ὧι ὄνομα Σώσιππος τὸ γένος οἰκογενῆ, τιμᾶς ἀργυρίου μνᾶν | |
ὀκτώ, καὶ τὰν τιμὰν ἔχει πᾶσαν, καθὼς ἐπίστευσε Σώσιππος τῶι | |
θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε εἶμεν ἐλεύθερος καὶ ἀνέφαπτος. βεβαι- | |
ωτήρ· Εὐκλείδας Καλλείδα. εἰ δέ τις ἅπτοιτο ἐπὶ καταδουλισμῶι | |
10 | Σωσίππου, βέβαιον παρεχέτω τῶι θεῶι τὰν ὠνὰν ἅ τε ἀποδομέ- |
να Ξενὶς καὶ ὁ βεβαιωτὴρ Εὐκλείδας. κύριος δὲ ἔστω ὁ παρα- | |
τυχὼν συλέων Σώσιππον ὡς ἐλεύθερον ἐόντα ἀζάμιος | |
ἐὼν καὶ ἀνυπόδικος πάσας δίκας καὶ ζαμίας. παραμεινάτω δὲ | |
Σώσιππος παρὰ Ξενίδα καὶ Καλλείδαν μέχρι οὗ κα ζῶντι ποι- | |
15 | ῶν τὸ ποτιτασσόμενον πᾶν τὸ δυνατὸν ἀνεγκλήτως. εἰ δὲ μὴ |
ποιῆι ἢ μὴ παραμένηι παρὰ Ξενίδα καὶ Καλλείδαν καθὼς γέγραπται, | |
κύριοι ἐόντων ἐπιτιμέοντες τρόπωι ο<ἷ> κα θέλωντι, καὶ ἄλλος | |
ὅν κα κελεύωντι Ξενὶς καὶ Καλλείδας κύριος ἔστω ἐπιτιμέων | |
πλὰν μὴ πωλέοντες. μάρτυροι· ὁ ἱερεὺς τοῦ Ἀπόλλωνος | |
20 | Ἄθαμβος Ἁβρομάχου καὶ ὁ νεωκόρος Ἀτεισίδας καὶ ὁ ἄρ- |
χων Νεικάρετος· Λαιάδας, Ταραντῖνος, Θεύλυτος. |