[ ] Phokis — Delphi — beg. 1st c. AD
1 ἄρχοντος Αἰακίδα τοῦ Εὐκλείδα μηνὸς Ποιτροπίου, βουλευόντων Διοδώ-
ρου τοῦ Φιλονείκου, Ἀθανίωνος τοῦ Κλεοξενίδα, Φίλων Στράτωνος ἀπέ-
δοτο τῷ Ἀπόλλωνι τῷ Πυθίῳ ἐπ’ ἐλευθερίᾳ σώματα οἷς ὀνόματα Στέφανος,
Εὐκλείδας, Κτήμα, Μόσχιον, τειμᾶς ἕκαστον ἀργυρίου μνᾶν τριῶν, καὶ
5 τὰν τειμὰν ἀπέχει πᾶσαν. βεβαιωτῆρες κατὰ τοὺς νόμους τᾶς πόλι-
ος· Θέξενος Φιλαιτώλου ὁ καὶ Βαβύλου, Λέων Ξενοφάντου, ὥστε μηθε-
νὶ ποθήκειν αὐτοὺς κατὰ μηθένα τρόπον, ἀλλ’ εἶμεν αὐτοὺς ἐλευθέρους
καὶ ἀνεπάφους τὸν πάντα χρόνον ἀπὸ πάντων, καθὼς ἐπίστευσαν
τῷ θεῷ τὰν ὠνὰν Στέφανος καὶ Εὐκλείδας καὶ Κτήμα καὶ Μόσχιον. εἰ δέ
10 τις ἐφάπτοιτο ἐπὶ καταδουλισμῷ τῶν προγεγραμμένων, βέβαιον πα-
ρεχόντω τῷ θεῷ τὰν ὠνὰν ἐπ’ ἐλευθερίᾳ οἵ τε βεβαιωτῆρες καὶ ἄλ-
λος ὁ παρατυχὼν ἐξουσίαν ἔχων ἐν ἐλευθερίαν ἀφαιρεῖσθαι. παραμει-
νάτωσαν δὲ Στέφανος καὶ Εὐκλείδας καὶ Κτήμα καὶ Μόσχιον Φίλωνι καὶ
Εὐαμέρει, τᾷ Φίλωνος γυναικί, πάντα τὸν τᾶς Φίλωνος καὶ Εὐαμέριος
15 ζωᾶς χρόνον, ὑπηρετέοντες καὶ ποιοῦντες πᾶν τὸ δυνατὸν καὶ ἐπι-
τασσόμενον ὑπὸ Φίλωνος καὶ Εὐαμέριος.εἰ δὲ μὴ παραμείναιεν ἢ μὴ
πειθαρχέοισαν, ἐξουσίαν ἐχέτωσαν Φίλων καὶ Εὐάμερις ἐπιτειμέοντες
τῶμ <μ>ὴ πειθαρχεόντων καὶ μαστειγοῦντες καὶ διδέντες καὶ ἐγμισθοῦν-
τες τὰν ἐργασίαν τοῦ μὴ παραμένοντος. χωρὶς πράσιος ἔστωσαν
20 δὲ τὰ προγεγραμμένα σώματα πρὸ τοῦ τελευτᾶν Φίλωνα καὶ Εὐάμεριν, ἀ-
πολελυμένα τᾶς παραμονᾶς πρὸ ἁμερᾶν τριάκοντα. τὸ ἀντίγραφον ἐτέθη τᾶς
ὠνᾶς ἐν τὰ δαμόσια γράμματα. μάρτυρες· οἵ τε ἱερεῖς τοῦ Ἀπόλλωνος Διόδωρος
Φιλονείκου, Πολέμαρχος Δάμωνος· Ἀριστοκλέας Φιλονείκου, Αἰακίδας
Εὐκλείδα, Νικάνωρ Λυσιμάχου, Διόδωρος Ὀρέστα, Λυσίμαχος Νικάνορος, Ξεν-
25 [α]γόρας Ἁβρομάχου, Πρόθυμος Ἡρακλείδα.
Search Help
Contact Us