[ ] Phokis — Delphi — 100 BC
1 ἄρχοντος Διοδώρου, βουλευόντων τὰν δευτέραν ἑξά-
μηνον Σωτύλου <τὰν> τοῦ Σωστράτου, Καλλιδάμου τοῦ
Ἀμφιστράτου, γραμματεύοντος δὲ βουλᾶς Φιλονίκου τοῦ
Μενεδάμου, ἀπέδοτο Φιλόνικος Μενεδάμου, συνευδο-
5 κέοντος καὶ τοῦ υἱοῦ Μενεδάμου, τῶι Ἀπόλλωνι τῶι Πυθί-
ωι σῶμα ἀνδρεῖον ὧι ὄνομα Διονυσόδωρος τὸ γένος
Σύρον, τιμᾶς ἀργυρίου μνᾶν πέντε, καὶ τὰν τιμὰν ἔχει πᾶ-
σαν, καθὼς ἐπίστευσε Διονυσόδωρος τῶι θεῶι τὰν ὠνάν,
ἐφ’ ὧιτε ἐλεύθερον εἶμεν καὶ ἀνέφαπτον ἀπὸ πάντων τὸν
10 πάντα χρ<ό>νον, ποιοῦντα ὅ κα θέλη καὶ ἀποτρέχοντα οἷς κα
θέλη. βεβαωτὴρ κατὰ τὸν νόμον τᾶς πόλιος· Κλέων Ἥρυος.
εἰ δέ τις ἐφάπτοιτο Διονυσοδώρου ἐπὶ καταδουλισμῶι, βέ-
βαιον παρεχόντων τῶι θεῶ τὰν ὠνὰν ὅ τε ἀποδόμενος καὶ
ὁ βεβαιωτήρ ὁμοίως δὲ καὶ οἱ παρατυγχάνοντες κύριοι ἐόντων
15 συλέοντες Διονυσόδωρον ὡς ἐλεύθερον ὄντα ἀζάμιοι ὄντες
καὶ ἀνυπόδικοι πάσας δίκας καὶ ζαμίας. μάρτυροι· οἱ ἱερεῖς τοῦ
Ἀπόλλωνος Πατρέας καὶ Ἁγίων καὶ οἱ ἄρχοντες Σωτύλος,
Καλλίδαμος καὶ ἰδιῶται Κλέων Δαμοσθένεος, Νικίας Κλέ-
ωνος, Ἀλκέτας.
Search Help
Contact Us