[ ]
Phokis — Delphi — 100 BC
1 | ἄρχοντος Διοδώρου, βουλευόντων τὰν δευτέραν ἑξά- |
μηνον Σωτύλου <τὰν> τοῦ Σωστράτου, Καλλιδάμου τοῦ | |
Ἀμφιστράτου, γραμματεύοντος δὲ βουλᾶς Φιλονίκου τοῦ | |
Μενεδάμου, ἀπέδοτο Φιλόνικος Μενεδάμου, συνευδο- | |
5 | κέοντος καὶ τοῦ υἱοῦ Μενεδάμου, τῶι Ἀπόλλωνι τῶι Πυθί- |
ωι σῶμα ἀνδρεῖον ὧι ὄνομα Διονυσόδωρος τὸ γένος | |
Σύρον, τιμᾶς ἀργυρίου μνᾶν πέντε, καὶ τὰν τιμὰν ἔχει πᾶ- | |
σαν, καθὼς ἐπίστευσε Διονυσόδωρος τῶι θεῶι τὰν ὠνάν, | |
ἐφ’ ὧιτε ἐλεύθερον εἶμεν καὶ ἀνέφαπτον ἀπὸ πάντων τὸν | |
10 | πάντα χρ<ό>νον, ποιοῦντα ὅ κα θέλη καὶ ἀποτρέχοντα οἷς κα |
θέλη. βεβαωτὴρ κατὰ τὸν νόμον τᾶς πόλιος· Κλέων Ἥρυος. | |
εἰ δέ τις ἐφάπτοιτο Διονυσοδώρου ἐπὶ καταδουλισμῶι, βέ- | |
βαιον παρεχόντων τῶι θεῶ τὰν ὠνὰν ὅ τε ἀποδόμενος καὶ | |
ὁ βεβαιωτήρ ὁμοίως δὲ καὶ οἱ παρατυγχάνοντες κύριοι ἐόντων | |
15 | συλέοντες Διονυσόδωρον ὡς ἐλεύθερον ὄντα ἀζάμιοι ὄντες |
καὶ ἀνυπόδικοι πάσας δίκας καὶ ζαμίας. μάρτυροι· οἱ ἱερεῖς τοῦ | |
Ἀπόλλωνος Πατρέας καὶ Ἁγίων καὶ οἱ ἄρχοντες Σωτύλος, | |
Καλλίδαμος καὶ ἰδιῶται Κλέων Δαμοσθένεος, Νικίας Κλέ- | |
ωνος, Ἀλκέτας. |