[ ]
Phokis — Delphi — 140-100 BC
1 | ἄρχοντος Κλευδάμου τοῦ Πολυκράτεος μηνὸς Ἰλαί- |
ου, βουλευόντων τὰν δευτέραν ἑξάμηνον Ἁγίωνος | |
τοῦ Πολυκλείτου, Μνασιθέου τοῦ Διοδώρου, γραμ- | |
ματεύοντος Κλευδάμου τοῦ Μαντία, ἐπὶ τοῖσδε ἀπέδο- | |
5 | το Ἀντίφιλος, συνευδοκέοντος καὶ τοῦ υἱοῦ αὐ- |
τοῦ Βάττου, τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖ- | |
ον ἇι ὄνομα Ἀθηναιῒς τὸ γένος Γαλάτισσαν, τεχνῖτιν, καὶ | |
τὸν υἱὸν αὐτᾶς Ἀπολλόδωρον, ἀργυρίου μνᾶν ὀκτώ, καὶ | |
τὰν τιμὰν ἔχει πᾶσαν, καθὼς ἐπίστευσε Ἀθηναιῒς καὶ Ἀπολ- | |
10 | λόδωρος τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλευθέρους εἶμεν |
καὶ ἀνεφάπτους ἀπὸ πάντων τὸν πάντα χρόνον, ποιέον- | |
τας ὅ κα θέλωντι καὶ ἀποτρέχοντας οἷς κα θέλωντι. βε- | |
βαιωτὴρ κατὰ τοὺς νόμους τᾶς πόλιος· Ἄθαμβος Ἁβρομάχου. | |
εἰ δέ τις ἇπτοιτο Ἀθηναΐδος ἢ Ἀπολλοδώρου ἐπὶ καταδουλισ- | |
15 | σμῶι, βέβαιον παρεχόντων τῶι θεῶι τὰν ὠνὰν ὅ τε ἀποδό- |
μενος Ἀντίφιλος καὶ ὁ βεβαιωτὴρ Ἄθαμβος. εἰ δὲ μὴ παρέχοιν | |
βέβαιον τῶι θεῶι τὰν ὠνάν, πράκτιμοι ἐόντων κατὰ τὸν | |
νόμον τᾶς πόλιος. ὁμοίως δὲ καὶ οἱ παρατυγχάνοντες | |
κύριοι ἐόντων συλέοντες Ἀθηναΐδα καὶ Ἀπολλόδωρον | |
20 | ὡς ἐλευθέρους ἐόντας ἀζάμιοι ἐόντες |
καὶ ἀνυπόδικοι πάσας δίκας καὶ ζαμί- | |
ας. μάρτυροι· τοὶ ἱερεῖς τοῦ Ἀπόλλωνος Δρομο- | |
κλείδας, Ἄρχων καὶ ὁ νεωκόρος Μένης καὶ οἱ ἄρχον- | |
τες Ἁγίων, Μνασίθεος, Κλεύδαμος καὶ ἰδιῶται Ἄθαμ- | |
25 | βος Ἁβρομάχου, Κλεύδαμος Πολυκράτεος, Δάμων |
Ξενοστράτου, Εὐκλείδας Κάλλωνος, Τιμόκριτος, | |
Δαμοσθένης, Δαίδαλος. |