[ ]
Phokis — Delphi — 140-100 BC
| 1 | ἄρχοντος Κλευδάμου τοῦ Πολυκράτεος μηνὸς Ἐνδυσ- |
| ποιτροπίου, ἐπὶ τοῖσδε ἀπέδοτο Κρατὼ Νικοδάμου τῶι | |
| Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖον ἇι ὄνομα Χρυσηῒς | |
| τὸ γένος ἐνδογενῆ, τιμᾶς ἀργυρίου μνᾶν τεσσάρων, καὶ | |
| 5 | τὰν τιμὰν ἔχει πᾶσαν, καθὼς ἐπίστευσε Χρυσηῒς τὰν ὠ- |
| νὰν τῶι θεῶι, ἐφ’ ὧιτε ἐλευθέρα εἶμεν καὶ ἀνέφαπτος | |
| ἀπὸ πάντων τὸν πάντα χρόνον, ποιοῦσαν ὅ κα θέληι | |
| καὶ ἀποτρέχουσαν οἷς κα θέληι. βεβαιωτὴρ κατὰ τοὺς | |
| νόμους τᾶς πόλιος· Ἁγίων Κλεοδάμου. εἰ δέ τις ἅπτοιτο | |
| 10 | Χρυσηΐδος ἐπὶ καταδουλισμῶι, βέβαιον παρεχόντων |
| τῶι θεῶι τὰν ὠνὰν ἅ τε ἀποδομένα Κρατὼ καὶ ὁ βεβαι- | |
| ωτὴρ Ἁγίων. εἰ δὲ μὴ παρέχοιν βέβαιον τῶι θεῶι, {πρα} | |
| πράκτιμοι ἐόντων κατὰ τὸν νόμον τᾶς πόλι- | |
| ος. ὁμοίως δὲ καὶ οἱ παρατυγχάνοντες κύριοι ἐόντων | |
| 15 | συλέοντες Χρυσηΐδα ὡς ἐλευθέραν ἐοῦσαν ἀζάμι- |
| οι ἐόντες καὶ ἀνυπόδικοι πάσας δίκας καὶ ζαμίας. μάρ- | |
| τυρες· ὁ ἱερεὺς τοῦ Ἀπόλλωνος Ἄρχων καὶ ὁ νεωκό- | |
| ρος Μένης καὶ ὁ ἄρχων Ἁγίων Πολυκλείτου, ἰδιῶται Ἁγί- | |
| ων Κλευδάμου, Ξενίας Βαβύλου. ἁ ὠνὰ παρὰ τὸν θεὸν | |
| 20 | ἐν ναῶ. παραμεινάτω δὲ Χρυσηῒς παρὰ Κρατὼ ἕως κα ζώηι |
| Κρατὼ ποιοῦσα τὸ ποτιτασσόμενον πᾶν. |