[ ] Phokis — Delphi — 140-100 BC
1 ἄρχοντος Κλευδάμου τοῦ Πολυκράτεος μηνὸς Ἐνδυσ-
ποιτροπίου, ἐπὶ τοῖσδε ἀπέδοτο Κρατὼ Νικοδάμου τῶι
Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖον ἇι ὄνομα Χρυσηῒς
τὸ γένος ἐνδογενῆ, τιμᾶς ἀργυρίου μνᾶν τεσσάρων, καὶ
5 τὰν τιμὰν ἔχει πᾶσαν, καθὼς ἐπίστευσε Χρυσηῒς τὰν ὠ-
νὰν τῶι θεῶι, ἐφ’ ὧιτε ἐλευθέρα εἶμεν καὶ ἀνέφαπτος
ἀπὸ πάντων τὸν πάντα χρόνον, ποιοῦσαν ὅ κα θέληι
καὶ ἀποτρέχουσαν οἷς κα θέληι. βεβαιωτὴρ κατὰ τοὺς
νόμους τᾶς πόλιος· Ἁγίων Κλεοδάμου. εἰ δέ τις ἅπτοιτο
10 Χρυσηΐδος ἐπὶ καταδουλισμῶι, βέβαιον παρεχόντων
τῶι θεῶι τὰν ὠνὰν ἅ τε ἀποδομένα Κρατὼ καὶ ὁ βεβαι-
ωτὴρ Ἁγίων. εἰ δὲ μὴ παρέχοιν βέβαιον τῶι θεῶι, {πρα}
πράκτιμοι ἐόντων κατὰ τὸν νόμον τᾶς πόλι-
ος. ὁμοίως δὲ καὶ οἱ παρατυγχάνοντες κύριοι ἐόντων
15 συλέοντες Χρυσηΐδα ὡς ἐλευθέραν ἐοῦσαν ἀζάμι-
οι ἐόντες καὶ ἀνυπόδικοι πάσας δίκας καὶ ζαμίας. μάρ-
τυρες· ὁ ἱερεὺς τοῦ Ἀπόλλωνος Ἄρχων καὶ ὁ νεωκό-
ρος Μένης καὶ ὁ ἄρχων Ἁγίων Πολυκλείτου, ἰδιῶται Ἁγί-
ων Κλευδάμου, Ξενίας Βαβύλου. ἁ ὠνὰ παρὰ τὸν θεὸν
20 ἐν ναῶ. παραμεινάτω δὲ Χρυσηῒς παρὰ Κρατὼ ἕως κα ζώηι
Κρατὼ ποιοῦσα τὸ ποτιτασσόμενον πᾶν.
Search Help
Contact Us