SGDI II 2152
[ ] Phokis — Delphi — 100-50 BC
1 ἄρχοντος Φιλονίκου, βουλευόντων Εὐκλείδα, Πά-
τρωνος, Δάμωνος, Στράτωνος, ἀπέδοντο Τιμόξενος
καὶ Προξενία, συνευδοκέοντος καὶ τοῦ υἱοῦ αὐτῶν
Κοσίμου, τῶι Ἀπόλλωνι τῶι Πυθίωι σώματα γυναικεῖα
5 αἷς ὀνόματα Ἀφροδισία καὶ Ὀνησίφορον, τιμᾶς
ἀργυρίου μνᾶν πέντε, καὶ τὰν τιμὰν ἀπέχοντι πᾶ-
σαν. βεβαιωτὴρ κατὰ τοὺς νόμους τᾶς πόλιος· Κλέων
Κλεοδάμου, καθὼς ἐπίστευσαν τῶι θεῶι τὰν ὠνὰν
Ἀφροδισία καὶ Ὀνησίφορον, ἐφ’ ὧιτε ἐλευθέρας εἶμεν
10 καὶ ἀνεφάπτους τὸν πάντα βίον. εἰ δέ τις ἐφάπτοιτο ἐπὶ
καταδουλισμῶι, βέβαιον παρεχέτωσαν τῶι θεῶι τὰν ὠνὰν
οἵ τε ἀποδόμενοι καὶ ὁ βεβαιωτήρ. ὁμοίως δὲ καὶ ὁ παρα-
τυχὼν κύριος ἔστω συλέων ὡς ἐλευθέρας. μάρτυροι· ὅ τε
ἱαρεὺς τοῦ Ἀπόλλωνος Ἐμμενίδας· Σάτυρος, Φίλων, [Δρομο]-
15 κλείδας.
Search Help
Contact Us