[ ] Phokis — Delphi — 50-1 BC
1 ἄρχοντος Στράτωνος τοῦ Ἰατάδα,
βουλευόντων Νεικία, Κλεομάντιος, Ἐράτωνος,
ἀπέδοτο Μενέμαχος, συνευ<α>ρεστεόντων καὶ τῶν υἱῶν αὐτοῦ
Μενάνδρου καὶ Ἰραναίου, τῶι Ἀπόλλωνι τῶι Πυθίωι κοράσιον αἷ ὄ-
5 νομα Σωτηρὶς τὸ γένος Βωτάν, τειμᾶς ἀργυρίου μνᾶν τριῶν, καὶ
τὰν τειμὰν ἀπέχει πᾶσαν, καθὼς ἐπίστευσε Σωτηρὶς τῶι θεῶι τὰν ὠνάν.
βεβαιωτήρ· Δάμων Μένητος. παραμεινάτω δὲ Σωτηρὶς Φιλοῖ ἕως κα ζῆι ποιοῦ-
σα πᾶν τὸ ἐπιτασσόμενον τὸ δυνατόν. εἰ δὲ μὴ ποιῆι, ἐξουσίαν ἐχέτω Φιλὼ
ἐπιτειμέουσα τρόπωι ὧικα θέληι. ἐπεί κα δέ τι πάθηι Φιλώ, ποιησάτω
10 τὰ ποτὶ γᾶν πάντα Σωτηρὶς
καὶ ἐλευθέρα ἔστω μηθενὶ μηθὲν ποθήκουσα. εἰ δέ τις ἐφάπτοιτο Σωτη-
ρίος ἐπὶ καταδουλισμῶι, κύριος ἔστω ὁ παρτυχὼν συλέων καὶ ὁ βεβαιωτὴρ
βέβαιον παρεχέτω τῶι θεῶι τὰν ὠνάν. μάρτυροι· οἵ τε ἱαρεῖς τοῦ Ἀπόλλωνος
Λαιάδας καὶ Νικόστρατος.
Search Help
Contact Us