[ ]
Phokis — Delphi — 50-1 BC
1 | ἄρχοντος Στράτωνος τοῦ Ἰατάδα, |
βουλευόντων Νεικία, Κλεομάντιος, Ἐράτωνος, | |
ἀπέδοτο Μενέμαχος, συνευ<α>ρεστεόντων καὶ τῶν υἱῶν αὐτοῦ | |
Μενάνδρου καὶ Ἰραναίου, τῶι Ἀπόλλωνι τῶι Πυθίωι κοράσιον αἷ ὄ- | |
5 | νομα Σωτηρὶς τὸ γένος Βωτάν, τειμᾶς ἀργυρίου μνᾶν τριῶν, καὶ |
τὰν τειμὰν ἀπέχει πᾶσαν, καθὼς ἐπίστευσε Σωτηρὶς τῶι θεῶι τὰν ὠνάν. | |
βεβαιωτήρ· Δάμων Μένητος. παραμεινάτω δὲ Σωτηρὶς Φιλοῖ ἕως κα ζῆι ποιοῦ- | |
σα πᾶν τὸ ἐπιτασσόμενον τὸ δυνατόν. εἰ δὲ μὴ ποιῆι, ἐξουσίαν ἐχέτω Φιλὼ | |
ἐπιτειμέουσα τρόπωι ὧικα θέληι. ἐπεί κα δέ τι πάθηι Φιλώ, ποιησάτω | |
10 | τὰ ποτὶ γᾶν πάντα Σωτηρὶς |
καὶ ἐλευθέρα ἔστω μηθενὶ μηθὲν ποθήκουσα. εἰ δέ τις ἐφάπτοιτο Σωτη- | |
ρίος ἐπὶ καταδουλισμῶι, κύριος ἔστω ὁ παρτυχὼν συλέων καὶ ὁ βεβαιωτὴρ | |
βέβαιον παρεχέτω τῶι θεῶι τὰν ὠνάν. μάρτυροι· οἵ τε ἱαρεῖς τοῦ Ἀπόλλωνος | |
Λαιάδας καὶ Νικόστρατος. |