[ ]
Phokis — Delphi — 50-1 BC
1 | ἄρχοντος Στράτωνος τοῦ Ἰατάδα μηνὸς Ἰλαίου, |
βουλευόντων Νικία, Ἐράτωνος, Κλεομάντιος, | |
ἐπὶ τοῖσδε ἀπέδοτο {δοτο} Γρεῖπος καὶ Φιλὼ τῶι Ἀπόλλω- | |
νι τῶι Πυθίωι σῶμα ἀνδρεῖον παιδάρ<ε>ιον ὧι ὄνομα Φί- | |
5 | λων τὸ<το> γένος οἰκογενῆ, τειμᾶς ἀργυρίου μνᾶν |
πέντε, καὶ τὰν τιμὰν ἀπέχει πᾶσαν. βεβαιωτὴρ κα- | |
τὰ τοὺς νόμους τᾶς πόλιος· Ἄρχων Νικοστράτου. εἰ δέ | |
<ει δε> τι γένοιτο περὶ Γρῖπον ἢ Φιλὼ ἀνθρώπινον, ποησά- | |
τω τὰ ποτὶ γᾶν πάντα Φίλων, καὶ ὅσα κ’ ἀπολίπωντι, λαβέ- | |
10 | τω πάντα Φίλων. εἰ δέ τις ἐφάπτοιτο Φίλωνος ἐπὶ κα- |
ταδουλισμῶι, βέβαιον παρεχόντων τῶι θεῶι τὰν ὠ- | |
νὰν οἷ τε {απο} ἀποδόμενοι καὶ ὁ βεβαιωτήρ. ὁ- | |
μοίως δὲ καὶ ὁ παρατυχὼν κύριος ἔστω συλέων | |
Φίλωνα ἐπ’ ἐλευθερίαι ἀζάμιος ὢν καὶ ἀνυπόδι- | |
15 | κος πάσας δίκας καὶ ζαμίας. μάρτυροι· οἵ τε ἱερεῖς |
τοῦ Ἀπόλλωνος Λαιάδας, Νικόστρατος, ἰδιῶται | |
Νικίας, Καλλίστρατος, Εὐκλείδας. |