SGDI II 2150
[ ] Phokis — Delphi — 50-1 BC
1 ἄρχοντος Στράτωνος τοῦ Ἰατάδα μηνὸς Ἰλαίου,
βουλευόντων Νικία, Ἐράτωνος, Κλεομάντιος,
ἐπὶ τοῖσδε ἀπέδοτο {δοτο} Γρεῖπος καὶ Φιλὼ τῶι Ἀπόλλω-
νι τῶι Πυθίωι σῶμα ἀνδρεῖον παιδάρ<ε>ιον ὧι ὄνομα Φί-
5 λων τὸ<το> γένος οἰκογενῆ, τειμᾶς ἀργυρίου μνᾶν
πέντε, καὶ τὰν τιμὰν ἀπέχει πᾶσαν. βεβαιωτὴρ κα-
τὰ τοὺς νόμους τᾶς πόλιος· Ἄρχων Νικοστράτου. εἰ δέ
<ει δε> τι γένοιτο περὶ Γρῖπον ἢ Φιλὼ ἀνθρώπινον, ποησά-
τω τὰ ποτὶ γᾶν πάντα Φίλων, καὶ ὅσα κ’ ἀπολίπωντι, λαβέ-
10 τω πάντα Φίλων. εἰ δέ τις ἐφάπτοιτο Φίλωνος ἐπὶ κα-
ταδουλισμῶι, βέβαιον παρεχόντων τῶι θεῶι τὰν ὠ-
νὰν οἷ τε {απο} ἀποδόμενοι καὶ ὁ βεβαιωτήρ. ὁ-
μοίως δὲ καὶ ὁ παρατυχὼν κύριος ἔστω συλέων
Φίλωνα ἐπ’ ἐλευθερίαι ἀζάμιος ὢν καὶ ἀνυπόδι-
15 κος πάσας δίκας καὶ ζαμίας. μάρτυροι· οἵ τε ἱερεῖς
τοῦ Ἀπόλλωνος Λαιάδας, Νικόστρατος, ἰδιῶται
Νικίας, Καλλίστρατος, Εὐκλείδας.
Search Help
Contact Us