[ ]
Phokis — Delphi — 140-100 BC
1 | ἄρχοντος ἐν Ἐρεινεῶι Κλέωνος τοῦ Σωστράτου μηνὸς Βου- |
κατίου, ἐν Δελφοῖς δὲ ἄρχοντος Καλλικράτεος τοῖ Διο- | |
δώρο[υ] μηνὸς Βουκατίου, βουλευόντων τὰν πρώταν | |
ἑξάμην[ο]ν Φίλωνος τοῦ Ἰατάδα, Μνα[σ]ιδάμου τοῦ Ξε- | |
5 | νοκρίτου, Κλευξενίδα τοῦ Ἀθανίωνος, ἐπὶ τοῖσδε ἀ- |
πέδο[τ]ο Ἀριστίων Ἀριστομήδεος καὶ Πολυκράτηα | |
Μνασιθέου τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυνα- | |
ικεῖον κορίδιον ἇι ὄνομα Ζωπ[υρ]ὶς τὸ γένος οἰκογενῆ, | |
τιμᾶς ἀργυρίου μνᾶν τεσσάρων, καὶ τὰν τιμὰν [ἔχει] | |
10 | πᾶσαν, καθὼς ἐπίστευσε Ζωπυρ[ὶς] τῶι θεῶι τὰν |
ὠνάν, ἐφ’ ὧιτε ἐλευθέρα εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάν- | |
των τὸν {τον} πάντα βίον, ποιέουσα ὅ κα θέλῃ καὶ | |
ἀποτρέχουσα οἷς κα θέλῃ. βεβαιωτὴρ κατὰ τοὺς | |
νόμους τᾶς πόλιος· Ἀριστόβουλος [Ἐριν]αῖ[ος]. εἰ δέ τίς [κα] | |
15 | ἅπτηται Ζωπυρίδος ἐπὶ καταδουλισμῶι, βέβαιον |
παρεχόντων τῶι θεῶι τὰν ὠνὰν ὅ τε ἀπο- | |
δόμενος Ἀριστίων καὶ Πολυκράτεια καὶ ὁ βε- | |
βαιωτὴρ Ἀριστόβουλος. εἰ δὲ μὴ παρέχοιν βέβαι- | |
ον τῶι θεῶι τὰν ὠνάν, πράκτιμοι ἐόντων κατὰ τὸν νό- | |
20 | μον τᾶς πόλιος. ὁ[μοίω]ς δὲ καὶ οἱ παρατυγχάνον- |
τες κύριοι ἐόντων συλέοντες Ζωπυρίδα ὡς ἐλευ- | |
θέραν ἐοῦσαν ἀζάμιοι ἐόντες οἱ συλέοντες καὶ | |
ἀνυπόδικοι πάσας δίκας καὶ ζαμίας. μάρτυροι· τοὶ | |
ἱερεῖς τοῦ Ἀπόλλωνος Ἄρχων Καλλία, [Ἄ]θαμβος Ἁ- | |
25 | βρομάχου καὶ οἱ ἄρχοντες Φίλων Ἰατάδα, Μνασίδα- |
μος Ξενοκρίτου, Κλευξενίδας Ἀθανίωνος [κ]α[ὶ ἰδι]- | |
ῶται Τιμόκριτος Εὐκλείδα Δελφοί, Δαμοκλῆς, | |
Ἐπίμαχος [․․․․․․]. |