[ ] Phokis — Delphi — 140-100 BC
1 ἄρχοντος ἐν Ἐρεινεῶι Κλέωνος τοῦ Σωστράτου μηνὸς Βου-
κατίου, ἐν Δελφοῖς δὲ ἄρχοντος Καλλικράτεος τοῖ Διο-
δώρο[υ] μηνὸς Βουκατίου, βουλευόντων τὰν πρώταν
ἑξάμην[ο]ν Φίλωνος τοῦ Ἰατάδα, Μνα[σ]ιδάμου τοῦ Ξε-
5 νοκρίτου, Κλευξενίδα τοῦ Ἀθανίωνος, ἐπὶ τοῖσδε ἀ-
πέδο[τ]ο Ἀριστίων Ἀριστομήδεος καὶ Πολυκράτηα
Μνασιθέου τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυνα-
ικεῖον κορίδιον ἇι ὄνομα Ζωπ[υρ]ὶς τὸ γένος οἰκογενῆ,
τιμᾶς ἀργυρίου μνᾶν τεσσάρων, καὶ τὰν τιμὰν [ἔχει]
10 πᾶσαν, καθὼς ἐπίστευσε Ζωπυρ[ὶς] τῶι θεῶι τὰν
ὠνάν, ἐφ’ ὧιτε ἐλευθέρα εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάν-
των τὸν {τον} πάντα βίον, ποιέουσα ὅ κα θέλῃ καὶ
ἀποτρέχουσα οἷς κα θέλῃ. βεβαιωτὴρ κατὰ τοὺς
νόμους τᾶς πόλιος· Ἀριστόβουλος [Ἐριν]αῖ[ος]. εἰ δέ τίς [κα]
15 ἅπτηται Ζωπυρίδος ἐπὶ καταδουλισμῶι, βέβαιον
παρεχόντων τῶι θεῶι τὰν ὠνὰν ὅ τε ἀπο-
δόμενος Ἀριστίων καὶ Πολυκράτεια καὶ ὁ βε-
βαιωτὴρ Ἀριστόβουλος. εἰ δὲ μὴ παρέχοιν βέβαι-
ον τῶι θεῶι τὰν ὠνάν, πράκτιμοι ἐόντων κατὰ τὸν νό-
20 μον τᾶς πόλιος. ὁ[μοίω]ς δὲ καὶ οἱ παρατυγχάνον-
τες κύριοι ἐόντων συλέοντες Ζωπυρίδα ὡς ἐλευ-
θέραν ἐοῦσαν ἀζάμιοι ἐόντες οἱ συλέοντες καὶ
ἀνυπόδικοι πάσας δίκας καὶ ζαμίας. μάρτυροι· τοὶ
ἱερεῖς τοῦ Ἀπόλλωνος Ἄρχων Καλλία, [Ἄ]θαμβος Ἁ-
25 βρομάχου καὶ οἱ ἄρχοντες Φίλων Ἰατάδα, Μνασίδα-
μος Ξενοκρίτου, Κλευξενίδας Ἀθανίωνος [κ]α[ὶ ἰδι]-
ῶται Τιμόκριτος Εὐκλείδα Δελφοί, Δαμοκλῆς,
Ἐπίμαχος [․․․․․․].
Search Help
Contact Us