[ ] Phokis — Delphi — 140-100 BC
1 ἄρχοντος ἐν Δαυλία Πολυξένου τοῦ Ὀλυμπίωνος
μηνὸς δευτέρου, ἐν δὲ Δελφοῖς ἄρχοντος Δαμοσθένεος
μηνὸς Δαιδαφορίου, βουλευόντων τὰν πρώταν ἑξάμηνον Τ[ι]-
μοκλέος τοῦ Θρασέα, Φιλαιτώλου τοῦ Φαίνιος, γραμματεύ-
5 οντος Ἀναξανδρίδα τοῦ Αἰακίδα, ἀπέδοτο Κλεύβουλος
Ἀλεξικράτεος Δαυλιεὺς τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα
ἀνδρεῖον ὧι ὄνομα Ζώπυρος τὸ γένος οἰκογενῆ, τιμᾶς ἀρ-
γυρίου μνᾶν τριῶν καὶ ἡμιμναίου, κ[αὶ] τὰν τιμὰν ἔχει πᾶσαν,
καθὼς ἐπίστευσε Ζώπυρος τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐ-
10 λεύθερος εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸν πάντα
χρόνον, ποιέων ὅ κα θέλη καὶ ἀποτρέχων οἷς κα θέλη. βεβαιω-
τὴρ κατὰ τὸν νόμον καὶ κατὰ τὸ σύμβολον τᾶς πόλιος· Ἀγη-
σίλαος Ταραντίνου Δελφός. εἰ δέ τις ἅπτοιτο Ζωπύρου ἐπὶ κα-
ταδουλισμώι, βέβαιον παρεχόντων τῶι θεῶι τὰν ὠνὰν ὅ
15 τε ἀποδόμενος Κλεύβουλος καὶ ὁ βεβαιωτὴρ Ἀγησίλαος. εἰ
δὲ μὴ παρέχοιν βέβαιον τῶι θεῶι τὰν ὠνάν, <πράκτιμοι ἐόντων> ὅ τε ἀπο-
δόμενος Κλεύβουλος καὶ ὁ βεβαιωτὴρ Ἀγησίλαος κατ[ὰ]
τὸν νόμον τᾶς πόλιος καὶ κατὰ τὸ σύμβολον. ὁμοίως δὲ
καὶ οἱ παρατυγχάνοντες κύριοι ἐόντων συλέοντες
20 Ζώπυρον ἐλεύθερον ὄντα ἀζάμιοι ἐόντες καὶ ἀνυπό-
δικοι πάσας δίκας καὶ ζαμίας. μάρτυροι· ὁ ἱερεὺς τοῦ Ἀ-
πόλλωνος Ἄρχων καὶ οἱ ἄρχοντες Τιμοκλῆς, Φιλαίτωλος
καὶ ὁ γραμματεὺς Ἀναξανδρίδας καὶ ἰδιῶται Κλέων Κλε[υ-
δ]άμου, Ἁγίων Δρομοκλείδα, Εὐάγγελος, Θρασυκλῆς, Πυ[ῤῥί]-
25 ας, Ἄθαμ[βο]ς Ἀθανίωνος.
Search Help
Contact Us