[ ] Phokis — Delphi — 140-100 BC
1 ἄρχοντος ἐν Δελφοῖς Ἡρακλείδα μηνὸς Δαιδαφορίου, ἐν δὲ Ἀμβρύσσωι
ἄρχοντος Δάμωνος μηνὸς δευτέρου, βουλευόντων ἐν Δελφοῖς τὰν πρώ-
ταν ἑξάμηνον Νικάτα τοῦ Ἀλκίνου, Σωστράτου τοῦ Σωτύλου, γραμμα-
τεύοντος Καλλία τοῦ Δίωνος, ἐπὶ τοῖσδε ἀπέδοτο Ἀλκαῖος Λάμπρωνος Ἀμ-
5 βρύσιος τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖον ἇι ὄνομα Λέαινα,
τιμᾶς ἀργυρίου μνᾶν πέντε. τὰν τιμὰν ἔχει πᾶσαν. καθὼς ἐπί-
στευσε Λέαινα τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧτε ἐλευθέραν εἶμεν καὶ ἀνέ-
φαπτον ἀπὸ πάντων τὸν πάντα βίον, ποιοῦσα ὅ κα θέλη καὶ ἀποτρέχου-
σα καθώς κα θέλη. βεβαιωτὴρ κατὰ τὸν νόμον τᾶς πόλιος· Λυκίσ-
10 κος Λυκίσκου Ἀμβρύσσιος. εἰ δέ τις ἐφάπτοιτο Λεαίνας ἐπὶ κα-
ταδουλισμῶ, [β]έβαιον παρεχόντω τῶι θεῶι τὰν ὠνὰν ὅ τε ἀπο-
δόμενος Ἀλκαῖος καὶ ὁ βεβαιωτήρ. εἰ δὲ μὴ παρέχοιεν τῶι
θεῶι βέβαιον τὰν ὠνάν, πράκτιμοι ἐόντω κατὰ τὸν νόμον τᾶς πό-
λιος. ὁμοίως δὲ καὶ οἱ παρατυχόντες κύριοι ἐόντ<ων> συλέοντες
15 Λέαιναν ἐπ’ ἐλευθερίαι ὡς ἐλευθέραν ἐοῦσαν ἀζάμιοι ἐ-
όντες οἱ συλέοντες καὶ ἀνυπόδικοι πάσας δίκας καὶ ζαμίας.
μάρτυρες· ὁ ἱερεὺς τοῦ Ἀπόλλωνος Ἄρχων καὶ οἱ ἄρχοντες Νικά-
τας, Σώστρατος, Καλλίας καὶ ἰδιῶται Ἀντιγένης Διοδώρου, Νικό-
μαχος Δελφοί, Δωρόθεος Δίωνος, Ἐπίξενος Εὐρυτίμου Ἀμ-
20 βρύσσιοι.
Search Help