[ ]
Phokis — Delphi — 140-100 BC
1 | ἄρχοντος ἐν Δελφοῖς Ἡρακλείδα μηνὸς Δαιδαφορίου, ἐν δὲ Ἀμβρύσσωι |
ἄρχοντος Δάμωνος μηνὸς δευτέρου, βουλευόντων ἐν Δελφοῖς τὰν πρώ- | |
ταν ἑξάμηνον Νικάτα τοῦ Ἀλκίνου, Σωστράτου τοῦ Σωτύλου, γραμμα- | |
τεύοντος Καλλία τοῦ Δίωνος, ἐπὶ τοῖσδε ἀπέδοτο Ἀλκαῖος Λάμπρωνος Ἀμ- | |
5 | βρύσιος τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖον ἇι ὄνομα Λέαινα, |
τιμᾶς ἀργυρίου μνᾶν πέντε. τὰν τιμὰν ἔχει πᾶσαν. καθὼς ἐπί- | |
στευσε Λέαινα τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧτε ἐλευθέραν εἶμεν καὶ ἀνέ- | |
φαπτον ἀπὸ πάντων τὸν πάντα βίον, ποιοῦσα ὅ κα θέλη καὶ ἀποτρέχου- | |
σα καθώς κα θέλη. βεβαιωτὴρ κατὰ τὸν νόμον τᾶς πόλιος· Λυκίσ- | |
10 | κος Λυκίσκου Ἀμβρύσσιος. εἰ δέ τις ἐφάπτοιτο Λεαίνας ἐπὶ κα- |
ταδουλισμῶ, [β]έβαιον παρεχόντω τῶι θεῶι τὰν ὠνὰν ὅ τε ἀπο- | |
δόμενος Ἀλκαῖος καὶ ὁ βεβαιωτήρ. εἰ δὲ μὴ παρέχοιεν τῶι | |
θεῶι βέβαιον τὰν ὠνάν, πράκτιμοι ἐόντω κατὰ τὸν νόμον τᾶς πό- | |
λιος. ὁμοίως δὲ καὶ οἱ παρατυχόντες κύριοι ἐόντ<ων> συλέοντες | |
15 | Λέαιναν ἐπ’ ἐλευθερίαι ὡς ἐλευθέραν ἐοῦσαν ἀζάμιοι ἐ- |
όντες οἱ συλέοντες καὶ ἀνυπόδικοι πάσας δίκας καὶ ζαμίας. | |
μάρτυρες· ὁ ἱερεὺς τοῦ Ἀπόλλωνος Ἄρχων καὶ οἱ ἄρχοντες Νικά- | |
τας, Σώστρατος, Καλλίας καὶ ἰδιῶται Ἀντιγένης Διοδώρου, Νικό- | |
μαχος Δελφοί, Δωρόθεος Δίωνος, Ἐπίξενος Εὐρυτίμου Ἀμ- | |
20 | βρύσσιοι. |