SGDI II 2146
[ ] Phokis — Delphi — 150-100 BC?
1 Θεὸς τύχαν ἀγαθάν. ἄρχοντος ἐν Χαλείοι Τιμάνορος τοῦ Τισία τὸ δεύτερον Χαλειέος μηνὸς Κοου[τ]-
[ί]ου, ἀπέδοτο Βοΐσκος καὶ Ξένων [Φίλ]ωνος Χαλειεῖς σῶμα ἀνδρεῖον οἰκογενὲς οἷ ὄνομα Ἐτάσι[ο]ν τῶ Ἀπόλλωνι
τῶι Πυθίωι ἐπ’ ἐλευθερίαι, τιμᾶς ἀργυρίου μνᾶν ἴκοσι· τὰν τιμὰν ἀπέχοντι πᾶσαν, ἐφ’ ὧ ἐλεύθερον καὶ ἀνέφαπτον εἶ-
μεν ἀπὸ πάντων, καθὼς ἐπίστευσαν τῶι θεῶι τὰν ὠνάν. βεβαιωτὴρ κατὰ τὰν ὠνὰν καὶ τοὺ<ς> νόμους· Ξενοκράτης Π[ετάλου]
5 Χαλεεύς. τὰν ὠν<ὰν> φυλάσσει Ξενοκράτης Πετάλου. μάρτυροι· Σωτήριχος Σωτηρίδα Θεσπιεύς, Φιλόνικος Ξενοκράτεος, Εὐ․․․-
․․․ος, Δάμωνος Ἀλέξανδρος Ξενοκράτεος, Ἡρακλίδας Μνασία. χιρόγραφον Βοΐσκου τοῦ Φίλωνος· ὁμολογέω {ὁμολογέω}
καὶ συνευαρεστέω τὰ προγεγραμμένα· ὠνάτας ἐλεύθερ[ο]ς. μάρτυρες· οἱ αὐτοί. χιρόγραφον Ξ[έ]-
νωνος τοῦ Φίλωνος· ὁμολογέω κ[α]ὶ συνευαρεστέω τὰ προγεγραμμένα· ὠνάτας ἐλεύθερος.
μάρτυροι· οἱ αὐτοί.
Search Help
Contact Us