[ ]
Phokis — Delphi — 100-50 BC
1 | ἄρχοντος ἐν μὲν Χαλείω Εὐα- |
μέρου τοῦ Δάσωνος μηνὸς Λυκείου, | |
ἐν δὲ Δελφοῖς ἄρχοντος Φιλονείκου | |
μηνὸς Βυσίου, βουλευόντων Πά- | |
5 | τρωνος, Εὐκλείδα, Δάμωνος, Στρά- |
τωνος, ἀπέδοτο Βάχιος Βαχιάδα κο- | |
ράσιον ἇ ὄνομα <Βα>χίς, τειμᾶς ἀργυρίου | |
μνᾶς, καὶ τὰν τειμὰν ἀπέχει πᾶ- | |
σαν, καθὼς ἐπίστευσε Βαχὶς τῶ[ι] | |
10 | θεῶι τὰν ὠνάν, ἐφ’ ὧτε ἐλευθέρα[ν] |
εἶμεν καὶ ἀνέφαπτον ἀπὸ πάντων | |
τὸν πάντα βίον. βεβαιωτὴρ κατὰ το[ὺς] | |
νόμους <τ>ᾶς πόλιος· Δασιάδας. π[α]- | |
ραμε<ι>νάτω {ι} δὲ Βαχὶς Βαχίωι ἕως κα | |
15 | ζῆ ποιοῦσα τὸ ἐπιτασ<σ>όμενον πᾶν τὸ |
δυνατόν. εἰ δὲ μὴ ποιήση, ἐξουσίαν | |
ἐχέτω {ι} ἐπιτειμέων τρόπω ὧι κα θέ- | |
λη. εἰ δέ τι ἀνθρώπινον γένοιτο πε- | |
ρὶ Βάχιον, ἀπολελυμένα ἔστω ἀπὸ τ[ᾶς] | |
20 | παραμονᾶς. μάρτυροι· οἱ ἱερεῖς τοῦ |
Ἀπόλλωνος Αἰακίδας, Ἐμμενίδας, | |
ἰδιῶται Σάτυρος, Δάμων, Δείνων. |