SGDI II 2142
[ ] Phokis — Delphi — 140-100 BC
1 ἄρχοντος ἐν Ἀμφίσσαι Χα[ρι]-
ξένου μηνὸς Π[α]ναγυρίου, ἐν
δὲ Δελφοῖς ἄρχοντος Κλευδάμου μη-
νὸς Ποιτροπίου, ἀπέδο[ν]το ․․․․․, [Σ]ω-
5 σὼ τῶι Ἀπόλλωνι τῶι Πυθίωι σώματα δύο
γυναικεῖα αἷς ὀνόματα Εἰρήνα, Φιλοκράτει-
α τὸ γένος Σαρμάτη, ἀργυρίου μνᾶν πέντε. τὰν
τιμὰν ἔχοντι πᾶσαν. βεβαιωτὴρ κατὰ τὸν νόμον·
Λύκωπος Ἀμφισσεύς· ἐφ’ ὅτωι ἐλευθέρας εἶμεν Εἰρή-
10 ναν καὶ Φιλοκράτειαν, καθὼς ἐπίστευσαν τὰν ὠνὰν τῶι
θεῶι. εἰ δέ τις ἐφάπτοιτο ἐπὶ καταδουλισμῶι Εἰρήνας καὶ Φι-
λοκρατείας, κύριος ἔστω ὁ παρατυχὼν συλέων ἐλευθέρας
[ἐ]ούσας ἀζάμιος ἐὼν καὶ ἀνυπόδικος. μάρτυροι· Ἀριστόδα-
μος, Καλλικράτης, Τίμαγρος, Δαμοκλῆς, Σωκράτης, Μνασίλα[ος]
15 Ἀμφισσεῖς, Δελφο[ὶ] Τιμόκριτος, Ἄθαμβο[ς], Μένης.
Search Help
Contact Us