[ ]
Phokis — Delphi — 140-100 BC
1 | ἄρχοντος ἐν Ἀμφίσσαι [․․․․․]κου μηνὸς [Βουκα]- |
τίου, ἐν Δελφοῖς δὲ ἄρχοντος Δαμοσθένεος μηνὸς | |
Δαιδαφ[ορίου, βουλε]υόντων τὰν πρώταν ἑξάμη[νο]ν Τιμοκλέ- | |
ος τοῦ Θρασέα, [Φιλαιτ]ώλου τοῦ Φαίνιος, γραμμα[τε]ύοντος Ἀνα- | |
5 | ξανδρίδα τοῦ Αἰ[ακ]ίδα, ἐπὶ τοῖσδε ἀπέδο[το] Λύκωπος Λύ- |
κου Ἀμφισσεύς, συνευδοκέοντος καὶ το[ῦ υἱ]οῦ Λύκου | |
καὶ τᾶς θυγατέρος αὐτοῦ Ἁρμόλας, τῶι [Ἀ]πόλλωνι | |
τῶι Πυθίωι σῶμα γυναικεῖον ἇι ὄνομα Φιλὼ τὸ γένος οἰ- | |
κογενῆ, τιμᾶς ἀργυρίου μνᾶν τεσσάρων, καὶ τ[ὰ]ν τιμὰν ἔχει | |
10 | πᾶσαν, καθὼς ἐπίστευσε Φιλὼ τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε |
ἐλευθέρα εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸμ πάντα βίον, | |
ποιέουσα ὅ κα θέλη καὶ ἀποτρέχουσα [οἷ]ς κα θέλη. βεβαιωτὴρ | |
κατὰ τὸν νόμον τᾶς πόλιος καὶ κατὰ τὸ σύμβολον· Ἁγίων Πο- | |
λυκλείτου Δελφός. εἰ δέ τις ἅπτοιτο Φιλοῦς ἐπὶ καταδουλισ- | |
15 | μῶι, βέβαιον παρεχόντων τῶι θεῶι τὰν ὠνὰν ὅ τε ἀποδόμενος |
Λύκωπος καὶ ὁ βεβαιωτὴρ Ἁγίων. εἰ δὲ μὴ παρέχοιν βέβαιον τῶι | |
θεῶι τὰν <ὠ>νάν, πράκτιμοι ἐόντων κατὰ τὸν νόμον τᾶς πο- | |
λ[ι]ος καὶ κατὰ τὸ σύμβολον. ὁμοίως δὲ καὶ οἱ παρατυγχάνοντες | |
κύριοι ἐόντων συλέοντες Φιλὼ ὡς [ἐ]λευθέραν ἐοῦσαν ἀζάμιοι | |
20 | ἐόντες καὶ ἀνυπόδικοι πάσας δίκας [καὶ ζ]αμίας. εἰ δέ τι ἀνθρώπινον |
γένοιτο περὶ Φιλώ, συνοικεούσας [μετὰ Ν]ικοστράτου ἢ Νικοστρά- | |
του συνοικέοντος μετὰ Φιλοῦς, με[ριξ]άντων τὰ καταοίκια πάν- | |
τα, τὰ δὲ γυναικῆα ἐνδύματα καὶ ἱμάτια φ[υλασ]σέστων, | |
ἐπεὶ ἐναντίον τῶν μαρτύ[ρ]ων αὐτοὶ εὐδ[όκη]σαν. |