[ ] Phokis — Delphi — 140-100 BC
1 ἄρχοντος ἐν Ἀμφίσσαι [․․․․․]κου μηνὸς [Βουκα]-
τίου, ἐν Δελφοῖς δὲ ἄρχοντος Δαμοσθένεος μηνὸς
Δαιδαφ[ορίου, βουλε]υόντων τὰν πρώταν ἑξάμη[νο]ν Τιμοκλέ-
ος τοῦ Θρασέα, [Φιλαιτ]ώλου τοῦ Φαίνιος, γραμμα[τε]ύοντος Ἀνα-
5 ξανδρίδα τοῦ Αἰ[ακ]ίδα, ἐπὶ τοῖσδε ἀπέδο[το] Λύκωπος Λύ-
κου Ἀμφισσεύς, συνευδοκέοντος καὶ το[ῦ υἱ]οῦ Λύκου
καὶ τᾶς θυγατέρος αὐτοῦ Ἁρμόλας, τῶι [Ἀ]πόλλωνι
τῶι Πυθίωι σῶμα γυναικεῖον ἇι ὄνομα Φιλὼ τὸ γένος οἰ-
κογενῆ, τιμᾶς ἀργυρίου μνᾶν τεσσάρων, καὶ τ[ὰ]ν τιμὰν ἔχει
10 πᾶσαν, καθὼς ἐπίστευσε Φιλὼ τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε
ἐλευθέρα εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸμ πάντα βίον,
ποιέουσα ὅ κα θέλη καὶ ἀποτρέχουσα [οἷ]ς κα θέλη. βεβαιωτὴρ
κατὰ τὸν νόμον τᾶς πόλιος καὶ κατὰ τὸ σύμβολον· Ἁγίων Πο-
λυκλείτου Δελφός. εἰ δέ τις ἅπτοιτο Φιλοῦς ἐπὶ καταδουλισ-
15 μῶι, βέβαιον παρεχόντων τῶι θεῶι τὰν ὠνὰν ὅ τε ἀποδόμενος
Λύκωπος καὶ ὁ βεβαιωτὴρ Ἁγίων. εἰ δὲ μὴ παρέχοιν βέβαιον τῶι
θεῶι τὰν <ὠ>νάν, πράκτιμοι ἐόντων κατὰ τὸν νόμον τᾶς πο-
λ[ι]ος καὶ κατὰ τὸ σύμβολον. ὁμοίως δὲ καὶ οἱ παρατυγχάνοντες
κύριοι ἐόντων συλέοντες Φιλὼ ὡς [ἐ]λευθέραν ἐοῦσαν ἀζάμιοι
20 ἐόντες καὶ ἀνυπόδικοι πάσας δίκας [καὶ ζ]αμίας. εἰ δέ τι ἀνθρώπινον
γένοιτο περὶ Φιλώ, συνοικεούσας [μετὰ Ν]ικοστράτου ἢ Νικοστρά-
του συνοικέοντος μετὰ Φιλοῦς, με[ριξ]άντων τὰ καταοίκια πάν-
τα, τὰ δὲ γυναικῆα ἐνδύματα καὶ ἱμάτια φ[υλασ]σέστων,
ἐπεὶ ἐναντίον τῶν μαρτύ[ρ]ων αὐτοὶ εὐδ[όκη]σαν.
Search Help
Contact Us