[ ]
Phokis — Delphi — 140-100 BC
1 | ἀγωνοθετέοντος τῶν Λοκρῶν Κριτοδάμου τοῦ Πολεμάρ- |
χου Φυσκέος μηνὸς Ποιτροπίου, ἐν Δελφοῖς δὲ ἄρχοντος | |
Δάμωνος τοῦ Ξενοστράτου μηνὸς Θευξενίου, βου- | |
λευόντων τὰν δευ[τέ]ραν ἑξάμηνον Ἀναξανδρί- | |
5 | δα τοῦ Αἰακίδα, Ἁγίωνος τοῦ Ἐχεφύλου, Εὐ- |
κλέος τοῦ Καλλισστράτου, | |
ἐπὶ τοῖσδε ἀπέδοτο Καλλ[ιστὼ] τῶι | |
Ἀπόλλωνι τῶι Πυθίωι σῶμα | |
γυναικεῖον κορίδιον ἇι ὄνομα Σωπάτρα | |
10 | τὸ γένος οἰκογενές, τιμᾶς ἀργυρίου μνᾶν |
τριῶν, καὶ τὰν τιμὰν ἔχει πᾶσαν, καθὼς ἐπί- | |
στευσε Σωπάτρα τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε | |
ἐλευθέρα εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων | |
τὸν πάντα βίον, ποιέουσα ὅ κα θέλη καὶ ἀποτρέχου- | |
15 | σα οἷς κα θέλη. βεβαιωτὴρ κατὰ τὸ σύμβολον καὶ κατὰ |
τοὺς νόμους τᾶς πόλιος· Ἀριστόλαος Ἀρνία Φυσκεύς. | |
εἰ δέ τις ἅπτοιτο Σωπάτρας ἐπὶ καταδουλισσμῶι, βέβαι- | |
ον παρεχόντων τῶι θεῶι τὰν ὠνὰν ἅ τε ἀποδομένα Καλ- | |
λιστὼ καὶ ὁ βεβαιωτὴρ Ἀριστόλαος. εἰ δὲ μὴ παρέχοιν | |
20 | βέβαιον τῶι θεῶι τὰν ὠνάν, πράκτιμοι ἐόντων κατὰ |
τὸν ν[ό]μον τᾶς πόλιος. ὁμοίως δέ καὶ οἱ παρατυγ- | |
χάνοντες κύριοι ἐόντων συλέοντες Σωπάτραν ὡς | |
ἐλευθέραν ἐοῦσαν ἀζάμιοι ἐόντες καὶ ἀνυπόδικοι | |
πάσας δίκας καὶ ζαμίας. παραμινάτω δὲ Σωπά- | |
25 | τρα παρὰ Καλλιστὼ ἄχρι οὗ κα ζώη Καλλιστὼ ποιέ- |
ουσα τὸ ποτιτασσόμενον πᾶν τὸ δυνατὸν ἀνε[γ]- | |
κλήτως. εἰ δὲ μὴ παραμένοι ἢ μὴ ποιέοι τὸ ποτιτασ- | |
σόμενον Σωπάτρα, κυρία ἔστω Καλλιστὼ ἐπιτιμέ- | |
ο[υ]σα Σωπάτραν τρόπωι ὧ κα αὐτὰ θέλη, πλὰν μὴ | |
30 | π[ω]λέουσ[α]. μάρτυροι· οἱ ἱερεῖς τοῦ Ἀπόλλωνος Ἄρ- |
χων, Δρομοκλείδας καὶ οἱ ἄρχοντες | |
Ἀναξανδρίδας, Ἁγίων, Εὐκλῆς καὶ ἰδιῶται Ἁγί- | |
ων Δρομοκλείδα, Καλλίδας καὶ Τιμόκριτος | |
Εὐκλείδα, Ἀζάρατος Ἀντιχάρεος, Καλλιγέ- | |
35 | νης Δαμοκράτεος, Ἀτισίδας Ξένωνος, |
Μένης. |