SGDI II 2140
[ ] Phokis — Delphi — 140-100 BC
1 ἀγωνοθετέοντος τῶν Λοκρῶν Κριτοδάμου τοῦ Πολεμάρ-
χου Φυσκέος μηνὸς Ποιτροπίου, ἐν Δελφοῖς δὲ ἄρχοντος
Δάμωνος τοῦ Ξενοστράτου μηνὸς Θευξενίου, βου-
λευόντων τὰν δευ[τέ]ραν ἑξάμηνον Ἀναξανδρί-
5 δα τοῦ Αἰακίδα, Ἁγίωνος τοῦ Ἐχεφύλου, Εὐ-
κλέος τοῦ Καλλισστράτου,
ἐπὶ τοῖσδε ἀπέδοτο Καλλ[ιστὼ] τῶι
Ἀπόλλωνι τῶι Πυθίωι σῶμα
γυναικεῖον κορίδιον ἇι ὄνομα Σωπάτρα
10 τὸ γένος οἰκογενές, τιμᾶς ἀργυρίου μνᾶν
τριῶν, καὶ τὰν τιμὰν ἔχει πᾶσαν, καθὼς ἐπί-
στευσε Σωπάτρα τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε
ἐλευθέρα εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων
τὸν πάντα βίον, ποιέουσα ὅ κα θέλη καὶ ἀποτρέχου-
15 σα οἷς κα θέλη. βεβαιωτὴρ κατὰ τὸ σύμβολον καὶ κατὰ
τοὺς νόμους τᾶς πόλιος· Ἀριστόλαος Ἀρνία Φυσκεύς.
εἰ δέ τις ἅπτοιτο Σωπάτρας ἐπὶ καταδουλισσμῶι, βέβαι-
ον παρεχόντων τῶι θεῶι τὰν ὠνὰν ἅ τε ἀποδομένα Καλ-
λιστὼ καὶ ὁ βεβαιωτὴρ Ἀριστόλαος. εἰ δὲ μὴ παρέχοιν
20 βέβαιον τῶι θεῶι τὰν ὠνάν, πράκτιμοι ἐόντων κατὰ
τὸν ν[ό]μον τᾶς πόλιος. ὁμοίως δέ καὶ οἱ παρατυγ-
χάνοντες κύριοι ἐόντων συλέοντες Σωπάτραν ὡς
ἐλευθέραν ἐοῦσαν ἀζάμιοι ἐόντες καὶ ἀνυπόδικοι
πάσας δίκας καὶ ζαμίας. παραμινάτω δὲ Σωπά-
25 τρα παρὰ Καλλιστὼ ἄχρι οὗ κα ζώη Καλλιστὼ ποιέ-
ουσα τὸ ποτιτασσόμενον πᾶν τὸ δυνατὸν ἀνε[γ]-
κλήτως. εἰ δὲ μὴ παραμένοι ἢ μὴ ποιέοι τὸ ποτιτασ-
σόμενον Σωπάτρα, κυρία ἔστω Καλλιστὼ ἐπιτιμέ-
ο[υ]σα Σωπάτραν τρόπωι ὧ κα αὐτὰ θέλη, πλὰν μὴ
30 π[ω]λέουσ[α]. μάρτυροι· οἱ ἱερεῖς τοῦ Ἀπόλλωνος Ἄρ-
χων, Δρομοκλείδας καὶ οἱ ἄρχοντες
Ἀναξανδρίδας, Ἁγίων, Εὐκλῆς καὶ ἰδιῶται Ἁγί-
ων Δρομοκλείδα, Καλλίδας καὶ Τιμόκριτος
Εὐκλείδα, Ἀζάρατος Ἀντιχάρεος, Καλλιγέ-
35 νης Δαμοκράτεος, Ἀτισίδας Ξένωνος,
Μένης.
Search Help
Contact Us