[ ] Phokis — Delphi — 189/188 BC
1 ἄρχοντος Ξένωνος τοῦ Ἀτεισίδα μηνὸς Ποιτροπί[ου],
βουλαρχέοντος Δαμοτέλεος Φυσκέος μηνὸς Δ[ιονυσίου],
πὶ τοῖσδε ἀπέδοτο Ταυρίων Ἀμφισσεὺς τῶι Ἀ[πόλ]-
λωνι τῶι Πυθίωι σῶμα γυναικεῖον ἇι ὄνομα Μελ[ί]-
5 τεια, ἀργυρίου μνᾶν πέντε, καθὼς ἐπίστευσε Μελί-
τεια τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧι αὐτὰν ἐλευθέραν
εἶμεν, ποέουσαν ὅ κα θέληι. βεβαιωτῆρες κατὰ
τὸν νόμον· οἱ υἱοὶ Ταυρίωνος, Ὀνάσιμοις καὶ Ταυ-
ρίσκος Ἀμφισσεῖς. μάρτυρες· οἱ ἱερεῖς τοῦ Ἀπόλ-
10 λωνος Ξένων, Ἄθαμβος· Ἀγάθων, Κλεόδαμος,
Ξενόστρατος· Πράοχος, Μένων, Βαβύλος, Θεό-
ξενος, Εὐάγγελος Δελφοί.
Search Help
Contact Us