[ ]
Phokis — Delphi — 189/188 BC
1 | ἄρχοντος Ξένωνος τοῦ Ἀτεισίδα μηνὸς Ποιτροπί[ου], |
βουλαρχέοντος Δαμοτέλεος Φυσκέος μηνὸς Δ[ιονυσίου], | |
ἐπὶ τοῖσδε ἀπέδοτο Ταυρίων Ἀμφισσεὺς τῶι Ἀ[πόλ]- | |
λωνι τῶι Πυθίωι σῶμα γυναικεῖον ἇι ὄνομα Μελ[ί]- | |
5 | τεια, ἀργυρίου μνᾶν πέντε, καθὼς ἐπίστευσε Μελί- |
τεια τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧι αὐτὰν ἐλευθέραν | |
εἶμεν, ποέουσαν ὅ κα θέληι. βεβαιωτῆρες κατὰ | |
τὸν νόμον· οἱ υἱοὶ Ταυρίωνος, Ὀνάσιμοις καὶ Ταυ- | |
ρίσκος Ἀμφισσεῖς. μάρτυρες· οἱ ἱερεῖς τοῦ Ἀπόλ- | |
10 | λωνος Ξένων, Ἄθαμβος· Ἀγάθων, Κλεόδαμος, |
Ξενόστρατος· Πράοχος, Μένων, Βαβύλος, Θεό- | |
ξενος, Εὐάγγελος Δελφοί. |