[ ]
Phokis — Delphi — 150-140 BC
1 | στραταγέοντος τῶν Θεσσαλῶν Ὁμήρου Λαρισαίου, ἐμ Μελιτείαι δὲ ἀρχόντων τῶν περὶ |
Πολυσάωνα μηνὸς [Πυθ]οίου, ἐν Δελφοῖς δὲ ἄρχοντος Εὐκλέος μηνὸς Ποιτροπίου, | |
ἐπὶ τοῖσδε ἀπέδοτ[ο Δ]ασυμένης Σωστρατίδα Μελιταιεὺς τῶι Ἀπόλλωνι τῶι Πυ- | |
θίωι σῶμα γυναικεῖ[ο]ν ἇι ὄνομα Θεοδώρα, τιμᾶς ἀργυρίου μνᾶν ἕξ, καθὼς ἐπίσ- | |
5 | τευσε Θεοδώρα τῶι θεῶι τὰν ὠνάν, ὥστε ἐλευθέρα εἶμεν καὶ ἀνέφαπτος τὸν |
πάντα χρόνον. βεβαιωτὴρ Θεοδώρας· Κλείταρχος Εὐβιότου. εἰ δέ τις καταδουλί- | |
ζοιτο Θεοδώραν, κυρία ἔστω αὐσωτὰν συλέουσα καὶ ἄλλος ὁ θέλων καὶ ὁ β[ε]- | |
βαιωτὴρ βεβαιούτω. μάρτυροι· Ἀλέξανδρος Ἰάσονος, Πολ[υ]σάων Πολίτα, Κλεί- | |
ταρχος Εὐβιότου Μ[ε]λιτα[ι]εῖς, ἐν δὲ Δελφοῖς οἱ ἄρχοντες τᾶς πόλιος Εὔδοκος Πρα- | |
10 | ξία, Ἀγησίλαος Τα[ρα]ντίνου, Πολίτας Ἀσάνδρου. |