[ ]
Phokis — Delphi — 140-100 BC
1 | γραμματεύοντος τοῖς ἀρχόντοις Καλλία Κα[λ]- |
λιπολίτα μηνὸς Δίου, ἐν Δελφοῖς δὲ ἄρχοντος | |
Σωσιπάτρου μηνὸς Ποιτροπίου, ἀπέδοτο Αὐ[․․]- | |
πίδας Καλλιπολίτας τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶ- | |
5 | μα ἀνδρεῖον ὧι ὄνομα Ὀνάσιμος τὸ γένος Σύρον, |
τιμᾶς ἀργυρίου μνᾶν τεσσάρων, καὶ τὰν τιμὰν ἀ- | |
πέχει πᾶσαν, ἐφ’ ὧτε ἐλεύθερον εἶμεν καὶ ἀνέφα- | |
πτον ἀπὸ πάντων. βεβαιωτῆρες κατὰ τὸν νόμ[ον]· | |
Δωρίμαχος Καλλιπολίτας Ἐμμενίδας Δελ[φός]. | |
10 | [μάρτυρες· οἱ ἱερεῖς τοῦ Ἀπόλλωνος Ἄρχων, Ἄθαμ]- |
βος καὶ οἱ ἄρχοντες Ἀντιγένης Διοδώρου, Ἁγίων | |
Κλ[ε]υδάμου, Ὑβρίας Ξένωνος, ἰδιῶται Ἰατάδας, Τιμό- | |
κριτος, Δαμοσθένης, Δίων Φιλιστίωνος, Εὐκλῆς, Σω[σί]- | |
πατρος Δελφοί, Λύκων Λύκ[ου], Ξενότιμος Πανταλέω- | |
15 | νος Φυσκεῖς, Ἐπίνικος Καλλιμάχου Ποταναῖος. |