[ ] Phokis — Delphi — 181 BC
1 στραταγέοντος Ἀρχεδάμου τὸ τρίτον μηνὸς Πανάμου, ἐν Δελφοῖ[ς δὲ]
ἄρχοντος Ἀνδρονίκου μηνὸς Βουκατίου, ἐπὶ τοῖσδε ἀπέδοτο Ἀλέξαν[δρος]
Δάμωνος Φαλικαῖος τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικε[ῖον]
ἇι ὄνομα Παραμόνα τὸ γένος Θρᾶισσαν, τιμᾶς ἀργυρίου μνᾶν δ[έκα],
5 καθὼς ἐπίστευσε Παραμόνα τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε αὐ-
τὰν ἐλευθέραν εἶμεν καὶ ἀνέφαπτον τὸμ πάντα <πάντα>
βίον, ποέουσαν ὅ κα θέληι. βεβαιωτὴρ κατὰ τὸν νόμον
καὶ τὰν συμβολάν· Ξενοκράτης Πραόχου Δελφός.
μάρτυρες· τοὶ ἱερεῖς Ἀπόλλωνος Ξένων,
10 Ἄθαμβος καὶ τοὶ ἄρχοντες Κλεόδαμος,
Μενέστρατος, Μαντίας, ἰδιῶται Κράτων,
Δαμένης, Εὐκράτης, Ἡρακλείδας Ἀμ-
φισσεύς.
Search Help
Contact Us