[ ] Phokis — Delphi — 182 BC
1 στραταγέοντος τῶν Αἰτωλῶν Προξένου Τριχονέος μηνὸς
Διονυσίου, ἐν Δελφοῖς δὲ ἄρχοντος Ἀρισταινέτου μηνὸς Ἐνδυσ-
ποιτροπίου, ἀπέδοτο Μεγακλῆς Θηβαγόρα Ἀμφισσεὺς τῶι Ἀπό[λ]-
λωνι τῶι Πυθίωι σῶμα γυναικεῖον ἇι ὄνομα Νίκαια τὸ γένος Θε[σσα]-
5 λὰν ἐξ Σκοτούσσας, τιμᾶς ἀργυρίου μνᾶν δέκα, ὥστε ἐλευθ[έραν]
εἶμεν Νίκαιαν, πολιτεύουσαν αὐτὰν εἷ κα θέληι, κυριεύου[σαν]
αὐτοσαυτᾶς, ἐλευθέραν οὖσαν καὶ ἀνέφαπτον ἀπὸ πάντω[ν]
πάντα τὸν χρόνον, παραλαβὼν Μεγακλῆς τὰν ὠνὰν παρὰ [τᾶν]
ἀδελφᾶν τᾶν Εὐμνάστου θυγατέρων, Κρινίου Ἀμφισσίδος, Λ[․․․․․]
10 Καλλιπολιτίδος καὶ ὑπὲρ Κλευπάτραν Τριχονίδα Εὐμνάστου Τριχο-
νέος, τὰν ἐπίστευσε Νίκαια αὐτοσαυτᾶς ὠνὰν ἐπὶ σωπονπίαι Εὐμνά-
στωι τῶι πατέρι αὐτᾶν. βεβαιωτῆρες· Θεύτιμος Κλεάνδρου Ἀμφισσεύς,
Ἀρχέλαος Θηβαγόρα Δελφός. μάρτυρες· τοὶ ἱερεῖς τοῦ Ἀπόλλωνος Ξένων, Ἄθαμ[βος]
καὶ οἱ βουλευταὶ Κλέων Καλλιγένεος, Εὐκράτης Καλλίκωνος, ἰδιῶται Πραξί[ας],
15 Καλλίας, Ἐκέφυλος, Εὔαρχος, Σωτύλος, Ἀνδρόνικος, Μνάσων, Ταραντῖνος, Ἀρχ[έ]-
λαος Δελφοί, Εὔνικος Φυσκεύς, Δαμαίνετος, Εὔτυχος, Φιλόμηλος, Δαμύλο[ς],
Γενναῖος Ἀμφισσεῖς. ἁ ὠνὰ παρὰ τὸν ἱερῆ<ι> Ἄθαμβον.
Search Help
Contact Us