[ ] Phokis — Delphi — 188/187 BC
1 στραταγέοντος Ἀρχεδάμου Φόλα τὸ δεύτερον μηνὸς Δίου, ἐν Δελφοῖς δὲ ἄρχοντος Κλεοδάμου τοῦ Πολυ-
κλείτου μηνὸς Ποιτροπίου, ἐπὶ τοῖσδε ἀπέδοτο Τιμάσιος Θεαγένεος Ἀμφισσεὺς τῶι Ἀπόλλωνι τῶι
Πυθίωι σῶμα γυναικεῖον ἇι ὄνομα Δαμὼ τὸ γένος ἐκ Τρωνείας, τιμᾶς ἀργυρίου μνᾶν τριῶν καὶ ἡμιμναίου,
καθὼς ἐπίστευσε Δαμὼ τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλευθέρα [ε]ἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸμ πάντα
5 βίον, ποέουσα ὅ κα θέληι. βεβαιωτῆρες κατὰ τὸν νόμον· Δωρόθεος Τιμασίου, Θεαγένης Ἀγέα Ἀμφισσεῖς.
μάρτυρες· ὁ ἱερεὺς Ἄθαμβος καὶ τοὶ ἄρχοντες Πραξίας, Πεισίλας, ἰδιῶται Λύκος, Ἧρυς, Δαμοχάρης Δελφοί,
Δαμόξενος, Ξενέας, Δαμότιμος, Καλλίμαχος, Ἀγασίδαμος Ἀμφισσεῖς.
Search Help
Contact Us