[ ]
Phokis — Delphi — 191 BC
1 | στραταγέοντος Φαινέα τὸ δεύτερον μηνὸς Εὐ[θυ]- |
αίου, ἐν Δελφοῖς δὲ ἄρχοντος Κλεοδάμου μηνὸς Ἀμ[α]- | |
λίου, ἐπὶ τοῖσδε ἀπέδοντο Καλλικράτης, Δαμοκρίτα Ἀμφισ- | |
σεῖς σῶμα γυναικεῖον ἇι ὄνομα Σωφρόνα οἰκογενῆ τῶι Ἀπόλ- | |
5 | λωνι τῶι Πυθίωι, τιμᾶς ἀργυρίου μνᾶν τριῶν, καθὼς ἐπίστευσε Σω- |
φρόνα τῶι Θεῶι τὰν ὠνάν, ἐφ’ ὧι αὐτὰν ἐλευθέραν εἶμεν, ποιέουσαν | |
ὅ κα θέληι. βεβαιωτὴρ κατὰ τὸν νόμον καὶ τὰν συμβολάν· Φίλων Δαμέα | |
Ἀντιοχεύς. μάρτυρες· ὁ ἱερεὺς Ἄθαμβος καὶ οἱ ἄρχοντες Ὀρθαῖος, Δαμοσθέ- | |
[ν]ης, Ἐκέφυλος, ἰδιῶται Δαμοχάρης, Ἄνδρων, Ἀνδρόκριτος Δελφοί, Δωρόθεος, | |
10 | Εὐθύδαμος Ἀμφισσεῖς. |