[ ] Phokis — Delphi — 191 BC
1 στραταγέοντος Φαινέα τὸ δεύτερον μηνὸς Εὐ[θυ]-
αίου, ἐν Δελφοῖς δὲ ἄρχοντος Κλεοδάμου μηνὸς Ἀμ[α]-
λίου, ἐπὶ τοῖσδε ἀπέδοντο Καλλικράτης, Δαμοκρίτα Ἀμφισ-
σεῖς σῶμα γυναικεῖον ἇι ὄνομα Σωφρόνα οἰκογενῆ τῶι Ἀπόλ-
5 λωνι τῶι Πυθίωι, τιμᾶς ἀργυρίου μνᾶν τριῶν, καθὼς ἐπίστευσε Σω-
φρόνα τῶι Θεῶι τὰν ὠνάν, ἐφ’ ὧι αὐτὰν ἐλευθέραν εἶμεν, ποιέουσαν
ὅ κα θέληι. βεβαιωτὴρ κατὰ τὸν νόμον καὶ τὰν συμβολάν· Φίλων Δαμέα
Ἀντιοχεύς. μάρτυρες· ὁ ἱερεὺς Ἄθαμβος καὶ οἱ ἄρχοντες Ὀρθαῖος, Δαμοσθέ-
[ν]ης, Ἐκέφυλος, ἰδιῶται Δαμοχάρης, Ἄνδρων, Ἀνδρόκριτος Δελφοί, Δωρόθεος,
10 Εὐθύδαμος Ἀμφισσεῖς.
Search Help
Contact Us