[ ] Phokis — Delphi — 192/191 BC
1 στραταγέοντος Φαινέα τὸ δεύτερον μηνὸς Δίου, ἐν Δελφοῖς δὲ ἄρχοντος Κλεο-
δάμου μηνὸς Ποιτροπίου, ἐπὶ τοῖσδε ἀπέδοτο Ἕλλαν Ἀμφισσεὺς τῶι Ἀπόλλωνι
τῶι Πυθίωι σῶμα γυναικεῖον ἇι ὄνομα Νικάσιον τὸ γένος Τρωνίδα, τιμᾶς ἀργυρίου
μνᾶν πέντε, καθὼς ἐπίστευ[σε Νι]κάσιον [τῶ]ι θεῶι τὰν ὠνάν, ἐφ’ ὧι αὐτὰν ἐλευ-
5 θέραν εἶμεν καὶ ἀνέφαπτον τ[ὸ]μ πάντα β[ίο]ν, ποέουσαν ὅ κα θέληι. βεβαιωτῆρες
κατὰ τὸν νόμον καὶ τὰν συμβολάν· Σώξενος Κ[λ]έωνος, Ἀμύντας Τιμαγένεος
[μ]φισσεῖς. μάρτυρες· τοὶ ἱερεῖς Ξένων, Ἄθαμβ[ος] καὶ οἱ ἄρχοντες Ἀμύντας, Πραξί-
ας, ἰδιῶται Παρνάσσιος, Δαμοχάρης, Στράτων, Ἀ[ρι]στόμαχος Δελφοί, Καλλικλῆς
Φ[α]λικαῖος, Δίων Πλυγονεύς, Ἀριστόξενος, Φιλό[σ]τρατος Ἀμφισσεῖς, Νεόλαος Φυσκεύς.
Search Help
Contact Us