[ ]
Phokis — Delphi — 192/191 BC
1 | στραταγέοντος Φαινέα τὸ δεύτερον μηνὸς Δίου, ἐ[ν Δελφοῖς] |
δὲ ἄρχοντος Κλεοδάμου μηνὸς Ποιτροπίου, ἐπὶ τοῖσ- | |
[δε ἀπέδο]το Δαμάγων Ἀμφισσ[εὺς] Δαμὼ καὶ Ξενοκλῆν | |
[τῶι Ἀπόλ]λωνι τῶι Πυθίωι, τὸ γέ[ν]ος Λάκωνας, ἀργυρίου | |
5 | μν[ᾶν ἕ]ξ, καθὼς ἐπίστευσαν [Δαμ]ὼ καὶ Ξε[ν]οκλῆς τῶι |
θεῶι τὰν ὠνάν, ἐφ ὧι αὐτοὺς ἐλευθέρους εἶμεν, ποέον- | |
τας ὅ κα θέλωντι. βεβαιωτῆρες κατὰ τὸν νόμον· Τιμό- | |
δαμος, Εὔδικος Μυανεῖς. τὰ[ν] τιμὰν ἔχει. [μ]άρτυρες· ὁ ἱερεὺς | |
τοῦ Ἀπόλλωνος Ξένων καὶ οἱ ἄρχοντες [Ἀ]μύντας, Πραξί- | |
10 | ας· Παρνάσσιος, Δίων, Βαβύλος Λυσιδάμου Δελφοί, Λύκος |
Νικομάχου, Θεαγένης Μενάνδρου, Ἀριστομένης Ἀριστο- | |
κλέος Ἀμφισσεῖς, Ὀλύμπιχος Ἀντιοχεύς. |