SGDI II 2127
[ ] Phokis — Delphi — 193 BC
1 στραταγέοντος Δαμοκρίτου τὸ δεύτερον μηνὸς Προκυκλίου,
ἐν Δελφοῖς δὲ ἄρχοντος Ἐκεφύλου μηνὸς Βοαθόου, ἐπὶ τοῖσδε ἀπέδον-
το [— — — —] τῶι Ἀπόλλωνι
τῶι Πυθίωι γένος οἰκογενῆ, τιμᾶς ἀργυρίου μνᾶν τεσσάρων, καθὼς
5 [πίστευσε — —] τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧι αὐτὰν ἐλευθέ-
ραν εἶμεν, ποέουσαν ὅ κα θέληι. βεβαιωτὴρ κατὰ τὸν νόμον· Καλλι-
[— — —]. μάρτυρες· τοὶ ἱερεῖς Ξένων, Ἄθαμβος·
[— — —] Δελφοί, Λύκος, Νίκων Πλυγονεῖς.
Search Help
Contact Us