[ ] Phokis — Delphi — 193 BC
1 στραταγέοντος Θόα τὸ δεύτερον μηνὸς Ἀγυείου, ἐν Δελφοῖς δὲ ἄρχοντος Πειθα-
γόρα μηνὸς Ἡρακλείου, ἐπὶ τοῖσδε ἀπέδοτο Μίκκων Ξενώνδα Δελφὸς τῶι Ἀπόλλω-
νι τῶι Πυθίωι σώματα γυναικεῖα τέσσαρα, αἷς ὀνόμτα Ἐλευθερίς, Σύρα, Παρθένα,
Παραμόνα, ἀργυρίου μνᾶν δεκαπέντε. βεβαιωτῆρες κατὰ τὸν νόμον καὶ τὰν ὁμολο-
5 γίαν· Πολύων Νικάρχου, Ἀρχιάδας Δεξιθέου, Δίων Κλέωνος, Ταραντῖνος Ἄρχωνος.
παραμενόντων δὲ Σύρα, Παρθένα, Παραμόνα παρὰ Μίκκωνα ποιέουσαι τὸ ποτιτασσό-
μενον ἄχρι κα ζώηι Μίκκων. εἰ δέ κα μὴ ποιέωντι τὸ ποτιτασσόμενον ἢ ἄλλο τι κακο-
ποιέωντι, ἐξέστω Μίκκωνι κολάζειν ὥς κα αὐτὸς θέληι καὶ ὅν κα Μίκκων κελεύηι.
Ἐλευθερὶς δὲ ἐλευθέρα ἔστω καὶ ἀνέφαπτος τὸν πάντα βίον, καθὼς ἐπίστευσε τῶι
10 Ἀπόλλωνι τὰν ὠνάν, κυριεύουσα αὐτοσαυτᾶς καὶ ποιέουσα ὅ κα θέληι καὶ ἀποτρέ-
χουσα οἷς κα θέληι. εἰ δέ τί κα πάθηι Μίκκων, τοῦ θεοῦ ἔστων Σύρα, Παρθένα, Παραμόνα,
ἐλεύθεραι οὖσαι καὶ ἀνέφαπτοι τὸμ πάντα βίον, ποιέουσαι ὅ κα θέλωντι καὶ ἀπορεύ-
εσθαι οἷς κα θέλωντι, καθὼς ἐπίστευσαν τῶι Ἀπόλλωνι τὰν ὠνὰν Σύρα, Παρθένα,
Παραμόνα. βέβαιον δὲ παρεχόντων τῶι Ἀπόλλωνι τὰν ὠνάν, εἰ τίς κα ἐφάπτηται
15 αὐτᾶν, οἱ βεβαιωτῆρες Πολύων, Ἀρχιάδας, Δίων, Ταραντῖνος καὶ ὁ ἐπίνομος τῶν
Μίκκωνος. εἰ δέ κα μὴ παρέχωντι, ὑπόδικοι ἐόντων τῶι θέλοντι ὑπὲρ τὸν Ἀπόλλω-
να ἐγδικάζεσθαι. κύριοι δὲ ἐόντων καὶ οἱ ἀντιτυγχάνοντες συλέοντες ὡς ἐλευ-
θερᾶν ἐουσᾶν, καθὼς ἐπίστευσαν τῶι Ἀπόλλωνι τὰν ὠνὰν Ἐλευθερίς, Σύρα, Παρθένα,
Παραμόνα, ἀζάμιοι ὄντες καὶ ἀνυπόδικοι πάσας δίκας καὶ ζαμίας. μάρτυρες· τοὶ
20 ἱερεῖς Ξένων, Ἄθαμβος καὶ τοὶ ἄρχοντες Εὐκλείδας, Διόδωρος, Μνάσων καὶ ἰδιῶται
Στράτων, Δαμο[χ]άρης, Νικαγόρας Δελφοί.
Search Help