[ ]
Phokis — Delphi — 193 BC
1 | στραταγέοντος Θόα τὸ δεύτερον μηνὸς Ἀγυείου, ἐν Δελφοῖς δὲ ἄρχοντος Πειθα- |
γόρα μηνὸς Ἡρακλείου, ἐπὶ τοῖσδε ἀπέδοτο Μίκκων Ξενώνδα Δελφὸς τῶι Ἀπόλλω- | |
νι τῶι Πυθίωι σώματα γυναικεῖα τέσσαρα, αἷς ὀνόμτα Ἐλευθερίς, Σύρα, Παρθένα, | |
Παραμόνα, ἀργυρίου μνᾶν δεκαπέντε. βεβαιωτῆρες κατὰ τὸν νόμον καὶ τὰν ὁμολο- | |
5 | γίαν· Πολύων Νικάρχου, Ἀρχιάδας Δεξιθέου, Δίων Κλέωνος, Ταραντῖνος Ἄρχωνος. |
παραμενόντων δὲ Σύρα, Παρθένα, Παραμόνα παρὰ Μίκκωνα ποιέουσαι τὸ ποτιτασσό- | |
μενον ἄχρι κα ζώηι Μίκκων. εἰ δέ κα μὴ ποιέωντι τὸ ποτιτασσόμενον ἢ ἄλλο τι κακο- | |
ποιέωντι, ἐξέστω Μίκκωνι κολάζειν ὥς κα αὐτὸς θέληι καὶ ὅν κα Μίκκων κελεύηι. | |
Ἐλευθερὶς δὲ ἐλευθέρα ἔστω καὶ ἀνέφαπτος τὸν πάντα βίον, καθὼς ἐπίστευσε τῶι | |
10 | Ἀπόλλωνι τὰν ὠνάν, κυριεύουσα αὐτοσαυτᾶς καὶ ποιέουσα ὅ κα θέληι καὶ ἀποτρέ- |
χουσα οἷς κα θέληι. εἰ δέ τί κα πάθηι Μίκκων, τοῦ θεοῦ ἔστων Σύρα, Παρθένα, Παραμόνα, | |
ἐλεύθεραι οὖσαι καὶ ἀνέφαπτοι τὸμ πάντα βίον, ποιέουσαι ὅ κα θέλωντι καὶ ἀπορεύ- | |
εσθαι οἷς κα θέλωντι, καθὼς ἐπίστευσαν τῶι Ἀπόλλωνι τὰν ὠνὰν Σύρα, Παρθένα, | |
Παραμόνα. βέβαιον δὲ παρεχόντων τῶι Ἀπόλλωνι τὰν ὠνάν, εἰ τίς κα ἐφάπτηται | |
15 | αὐτᾶν, οἱ βεβαιωτῆρες Πολύων, Ἀρχιάδας, Δίων, Ταραντῖνος καὶ ὁ ἐπίνομος τῶν |
Μίκκωνος. εἰ δέ κα μὴ παρέχωντι, ὑπόδικοι ἐόντων τῶι θέλοντι ὑπὲρ τὸν Ἀπόλλω- | |
να ἐγδικάζεσθαι. κύριοι δὲ ἐόντων καὶ οἱ ἀντιτυγχάνοντες συλέοντες ὡς ἐλευ- | |
θερᾶν ἐουσᾶν, καθὼς ἐπίστευσαν τῶι Ἀπόλλωνι τὰν ὠνὰν Ἐλευθερίς, Σύρα, Παρθένα, | |
Παραμόνα, ἀζάμιοι ὄντες καὶ ἀνυπόδικοι πάσας δίκας καὶ ζαμίας. μάρτυρες· τοὶ | |
20 | ἱερεῖς Ξένων, Ἄθαμβος καὶ τοὶ ἄρχοντες Εὐκλείδας, Διόδωρος, Μνάσων καὶ ἰδιῶται |
Στράτων, Δαμο[χ]άρης, Νικαγόρας Δελφοί. |