[ ]
Phokis — Delphi — 194/193 BC
1 | στραταγέοντος Θόα Τριχονίου τὸ δεύτε- |
ρον μηνὸς Δίου, ἐν Δελφοῖς δὲ ἄρχοντος | |
Πειθαγόρα μηνὸς Ποιτροπίου, ἐπὶ τοῖσδε | |
ἀπέδοντ̣ο Σθένιος, Σωπάτρα Χαλειεῖς | |
5 | τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναι- |
κεῖον ἇι ὄνομα Ἡραΐς καὶ τὸν υἱὸν αὐτᾶς | |
Σθένιον ἐπ’ ἐλευθερίαι, τιμᾶς ἀργυρίου | |
μνᾶν ἕξ. βεβαιωτῆρες κατὰ τὸν νόμον | |
καὶ τὰν συμβολάν. Ἵππων Ἀθανίωνος | |
10 | Δελφός, Εὐαγορίδας Δεξινίκου Χαλει- |
εύς. μάρτυρες· οἱ ἱερεῖς Ἄθαμβος, | |
Ξένων, ἰδιῶται Κλεόδδαμος Πολυ- | |
κλείτου, Πιστέας, Πράξων Μαντία, | |
Δαμοχάρης Καλλείδα Δελφοί, Φιλ- | |
15 | λίδας, Ξενόδοκος, Σωκράτης |
Εὔφρονος Χα̣λειεῖς. ἁ ὠνὰ παρὰ | |
Εὐρύμαχον Δελφόν. |